previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἀμύνεσθαι δὲ τὸν προαδικήσαντα λέων οἶδε, καὶ εἰ μὴ παραχρῆμα αὐτῷ τιμωρήσειεν,

ἀλλά γε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ,
ἐν στήθεσσιν ἑοῖσιν.
καὶ τούτου μαρτύριον Ἰόβας Μαυρούσιος τοῦ παρὰ Ῥωμαίοις ὁμηρεύσαντος πατήρ. ἤλαυνέ ποτε διὰ τῆς ἐρήμης ἐπί τινα ἔθνη τῶν ἀποστάντων, καί τις αὐτῷ τῶν παραθεόντων μειρακίσκος εὐγενὴς μὲν καὶ ὡραῖος ἤδη δὲ καὶ θηρατικὸς λέοντά πως παρὰ τὴν ὁδὸν ἐκφανέντα ἀκοντίῳ βάλλει, καὶ σκοποῦ μὲν ἔτυχε καὶ ἔτρωσεν, οὐ μὴν ἀπέκτεινε. κατὰ σπουδὴν δὲ τῆς ἐλάσεως οὔσης, τὸ μὲν θηρίον ἀνεχώρησε, παρέδραμε δὲ καὶ τρώσας καὶ οἱ λοιποί. ἐνιαυτοῦ γε μὴν διελθόντος ὁλοκλήρου μὲν Ἰόβας κατορθώσας ἐφ᾽ ἐστάλη, τὴν αὐτὴν ὑποστρέφων ἔρχεται κατὰ τὸν τόπον, ἔνθα ἔτυχεν λέων τρωθείς. καὶ ὄντος πλήθους παμπόλλου πρόσεισι τὸ θηρίον ἐκεῖνο, καὶ τῶν μὲν ἄλλων ἀπέχεται, συλλαμβάνει δὲ τὸν τρώσαντα πρὸ ἐνιαυτοῦ, καὶ τὸν θυμόν, ὅνπερ οὖν παρὰ τὸν χρόνον τὸν προειρημένον ἐφύλαττεν, ἀθρόον ἐκχεῖ καὶ διασπᾷ τὸ μειράκιον γνωρίσας. ἐτιμώρησε δὲ οὐδείς, φοβηθέντες ὀργὴν λέοντος ἰσχυρὰν καὶ δεινῶς ἐκπληκτικήν: ἄλλως τε καὶ πορεία ἤπειγεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: