Click on a word to bring up parses, dictionary entries, and frequency statistics
σοφὰ δὲ αἰγῶν ἐστι καὶ ἐκεῖνα. πτύελον ἀνθρώπου θανατηφόρον εἶναι ζῴῳ ἑτέρῳ καλῶς ἴσασι καὶ φυλάττονται, ὥσπερ οὖν καὶ ἡμεῖς πειρώμεθα ἀποδιδράσκειν ὅσα ἀνθρώπῳ κακόν ἐστιν, εἴπερ οὖν ἀπογεύσαιτο αὐτῶν. ἤδη μέντοι τις καὶ ἄνθρωπος ἀγνοῶν καὶ λαθών τι κακὸν κατέπιεν, αἱ δὲ αἶγες, οὐκ ἂν αὐτὰς λάθοι τὸ προειρημένον. ἀποκτείνειν δὲ καὶ τὰς θαλαττίας σκολοπένδρας τὸ αὐτὸ δήπου πτύελον δεινότατόν ἐστι. μέλλουσα δὲ ἡ αἲξ ἀποσφάττεσθαι σαφῶς οἶδε. καὶ τὸ μαρτύριον, οὐκ ἂν ἔτι τροφῆς προσάψαιτο. οὐκ ἀξιοῖ δὲ προβάτων οὐραγεῖν, ἀλλὰ ἡγεῖσθαι αὐτὴν δεῖν καὶ ἐκ τῆς βαδίσεως ὁμολογεῖ. προθεῖ γοῦν ἐκείνων, καὶ μέντοι καὶ αὐτῶν τῶν αἰγῶν ὁ τράγος, τῷ γενείῳ θαρρῶν καὶ κατά τινα φύσιν θαυμαστὴν τοῦ θήλεος προκρίνων τὸ ἄρρεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.