previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Εὐπειθέστατα δὲ ἄρα τῶν ζῴων τὰ πρόβατα ἦν καὶ ἄρχεσθαι φύσει πεπαιδευμένα. ὑπακούει γοῦν καὶ τῷ νομεῖ καὶ τοῖς κυσί, καὶ μέντοι καὶ ἕπεται [p. 188] ταῖς αἰξί. φιλεῖ δὲ καὶ ἄλληλα ἰσχυρῶς, καὶ ὑπό γε τῶν λύκων ἐπιβουλεύεται ἧττον: οὐ γὰρ πλανᾶται ἰδίᾳ ἕκαστον, οὐδὲ μὴν ἀπὸ τοῦ συννόμου σχίζεται, ὥσπερ οὖν αἱ αἶγες. λέγουσι δὲ Ἄραβες ὅτι ἄρα τὰ παρ᾽ αὐτοῖς ποίμνια πιαίνεται ὑπὸ μουσικῆς μᾶλλον ὑπὸ τοῦ χιλοῦ. τῶν δὲ ἁλμυρῶν ἐσθίει ἥδιον: ποιεῖται γὰρ τὴν τοιαύτην τροφὴν ποτοῦ ὄψον. τά γε μὴν πρόβατα κἀκεῖνο οἶδεν, ὅτι αὐτοῖς βορρᾶς καὶ νότος συμμάχονται πρὸς τὸ τίκτειν οὐ μεῖον τῶν ἀναβαινόντων αὐτὰ κριῶν: οἶδε δὲ καὶ τοῦτο, ὅτι ἄρα μὲν βορρᾶς ἀρρενοποιός ἐστιν, δὲ νότος θηλυγόνος εἶναι πέφυκε: καὶ ἐὰν δέηται τοῦδε τοῦ ἐκγόνου τοῦδε ὀχευομένη οἶς, πρὸς τὸν ἀπέβλεψεν πρὸς τόν. Ἀχιλλεὺς μὲν οὖν ἵνα φίλος αὐτῷ κείμενος ἐπὶ τῆς πυρᾶς καυθῇ, καὶ εὐχῆς ἐδεῖτο, καὶ Ἶρις παρεκάλει τοὺς ἀνέμους αὐτῷ, καλὲ Ὅμηρε, καὶ ὑπισχνεῖτο ἥκουσιν ἱερουργίαν οἱονεὶ μισθόν, καὶ τοῦ Νεοκλέους δὲ Ἀθηναίους ἐδίδασκε θύειν τοῖς πνεύμασίν: αἱ δὲ οἶς ἀπραγμόνως τοὺς ἀνέμους ἐς ὠδῖνα τὴν σφετέραν ὑπηρέτας ἑτοίμους καὶ ἀκλήτους ἔχουσι. σκοποὶ δὲ ἄρα τούτων εἰσὶ καὶ οἱ ποιμένες ἀγαθοί. ὅταν γοῦν νότος πνέῃ, τότε τοὺς κριοὺς ἐπὶ τὰς οἶς ἄγουσιν, ἵνα γονὴ θηλυγόνος αὐτοῖς μᾶλλον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: