previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἰδίαν δὲ ἄρα κυνῶν ἐς τοὺς τρέφοντας εὔνοιαν καὶ ἐκεῖνο μαρτυρεῖ. Κολοφώνιος ἀνὴρ παραγίνεται ἐς τὴν Τέων συνωνησόμενός τινα: καὶ γὰρ ἦν ἐμπορικός, καὶ τὴν ἐκ τῶν ὠνίων καπηλείαν τε καὶ μεταβολὴν πρόσοδον εἶχεν. ἀργύριον δὲ ἐπήγετο καὶ οἰκέτην καὶ κύνα, ἔφερε δὲ τὸ ἀργύριον δοῦλος. ἐπεὶ δὲ πρὸ ὁδοῦ ἦσαν, οἰκέτης ἐξετράπετο: ἤπειγε γάρ τι αὐτὸν τῶν κατὰ φύσιν, ἠκολούθησε δὲ καὶ κύων. τὸ τοίνυν φασκώλιον ἀνέπαυσεν νεανίας, καὶ ἀνελέσθαι πάλιν οὐκ ἐνενόησεν, ἀλλὰ ᾤχετο ἀπιών: δὲ κύων ἑαυτὸν κατακλίνας ἐπὶ τῷ ἀργυρίῳ ἔμενεν ἥσυχος. ἐλθόντες δὲ ἐς τὴν Τέων τε δεσπότης καὶ οἰκέτης εἶτα μέντοι ἄπρακτοι ἐπανῆλθον, ὅτου ὠνήσωνται οὐκ ἔχοντες: τὴν αὐτήν γε μὴν ἐκτρέπονται πάλιν ἔνθα οἰκέτης ἀπέλιπε τὸ βαλάντιον, καὶ καταλαμβάνουσι τὸν σφέτερον κύνα ἐπικείμενον αὐτῷ καὶ μόλις ἐμπνέοντα ὑπὸ τοῦ λιμοῦ. δὲ ὡς εἶδε τὸν δεσπότην καὶ τὸν ὁμόδουλον, ἑαυτὸν ἀποκλίνας τοῦ φασκωλίου, κατὰ τὸν αὐτὸν χρόνον καὶ τὴν φρουρὰν καὶ τὴν ψυχὴν ἀφῆκεν. οὔκουν οὐδὲ Ἄργος κύων μυθοποίημα ἦν, θεῖε Ὅμηρε, σόν, οὐδὲ κόμπος ποιητικός, εἴπερ οὖν καὶ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: