Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὅταν ὑπὸ τῶν θηρατῶν ὡς ἐν πολέμῳ στρατιῶται τραπῶσιν οἱ ἐλέφαντες καὶ ἐς φυγὴν ὁρμήσωσιν, οὐ φεύγουσι διῃρημένοι οὐδὲ καθ᾽ ἕνα, ἀλλὰ κοινῇ, καὶ πιέζουσιν ἀλλήλους τῶν συννόμων ἐχόμενοι. καὶ κύκλῳ μὲν οἱ νέοι, ὡς εἰπεῖν, τὸ μαχιμώτατον, ἐν μέσῳ δὲ οἱ γεγηρακότες καὶ αἱ μητέρες, ὑπὸ ταύταις δὲ τὰ πώλια, ἑκάστη τὸ ἴδιον ἀποκρύπτουσα: καὶ [p. 192] ὁρῶνταί γε οἵδε οἱ μικροὶ σπανιώτατα. ἀθρόους δὲ αὐτοὺς ἐὰν θεάσωνται καὶ λέοντες, ἢ φεύγουσι προτροπάδην ἢ ἄλλος ἄλλῃ κατέπτηξαν ὡς νεβροί, τοὺς ἐλέφαντας οἱ τέως φοβεροὶ καὶ ἐκπληκτικοὶ καταδείσαντες. οὐκ ἀνθίσταται δὲ τοῖς διώκουσιν ἐλέφας, εἰ μή ποτε ἄρα ὑπὲρ τῶν τέκνων καὶ τῶν νοσούντων. ἐνταῦθα δὲ ἄμαχός ἐστιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.