previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τὸν ἥλιον ἀνίσχοντα προσκυνοῦσιν ἐλέφαντες, τὰς προβοσκίδας εὐθὺ τῆς ἀκτῖνος ὡς χεῖρας ἀνατείνοντες, [p. 196] ἔνθεν τοι καὶ τῷ θεῷ φιλοῦνται. μάρτυς ἀγαθὸς Φιλοπάτωρ ἡμῖν Πτολεμαῖος ἔστω. μὲν κατὰ Ἀντιόχου νίκη σὺν αὐτῷ ἐγένετο, θύων δὲ ἐπινίκια καὶ ἱλεούμενος τὸν Ἥλιον Πτολεμαῖος τῇ τε ἄλλῃ μεγαλοπρεπῶς ἔθυσεν καὶ οὖν καὶ τέτταρας ἐλέφαντας μεγέθει μεγίστους παρέστησεν ἱερεῖα, ὥς γε ᾤετο, καὶ ταύτῃ τῇ θυσίᾳ γεραίρων ἐκεῖνος τὸ θεῖον. ἐνύπνιον δὲ αὐτὸν διετάραξεν, ὡς ἀπειλοῦντος τοῦ θεοῦ ἐπὶ τῇ ἀήθει τε καὶ ξένῃ θυσίᾳ: καὶ δείσας ἐκεῖνος χαλκοῦς τέτταρας ποιησάμενος ἀνῆψε τῷ θεῷ ὑπὲρ τῶν ἀνῃρημένων ἱλεούμενός τε καὶ εὐμενιζόμενος αὐτόν. ἐλέφαντες μὲν οὖν θεοὺς προσκυνοῦσιν, οἱ δὲ ἄνθρωποι ἆρά γε εἰσὶ θεοὶ καὶ ὄντες εἰ φροντίζουσιν ἡμῶν διαποροῦσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: