previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐλεφάντων θήρας ἐπιστήμονες ᾄδουσιν ἡμῖν, ὅταν διώκωνται οἵδε οἱ θῆρες, ᾄττειν αὐτοὺς καὶ φέρεσθαι ῥύμῃ ἀμάχῳ καὶ ὁρμῇ ἀκατασχέτῳ, καὶ ἀναστέλλεσθαι ὑπὸ μηδενός, καὶ μέντοι καὶ διὰ τῶν μεγίστων ἵεσθαι δένδρων οἷον διὰ ληίων, ὥσπερ οὖν στάχυς τινὰς κατακλῶντας τὰ δένδρα: καὶ πῆ μὲν τὰ δένδρα αὐτῶν ὑπερέστηκε καὶ τὰς κόμας ὑπερέχει, πῆ δὲ αὐτοὶ τῶν δένδρων εἰσὶν ὑψηλότεροι. θέουσι μὲν οὖν ἀνὰ κράτος, καὶ ὑποτέμνονται ταῖς ὁδοῖς τοὺς διώκοντας, καὶ εἰκότως: εἰσὶ γὰρ τῶν χωρίων ἠθάδες. καὶ ὅταν πολὺ ἀποσπάσωσι, καὶ πόρρω τῆς ἵππου τῆς μετελθούσης αὐτοὺς γένωνται, καὶ ἀναθαρρήσωσιν ὡς ἐν σκέπῃ τοῦ κινδύνου καὶ ἐλευθερίᾳ [p. 173] γενόμενοι, ἑστᾶσί τε καὶ ἀναπαύονται, τὴν ἐκ τοῦ δέους φροντίδα καὶ μάλα ἀσμένως ἐκβάλλοντες. ἐνταῦθά τοι τοῦ χρόνου καὶ μνήμη τροφῆς αὐτοὺς ἐσέρχεται: σιτοῦνται δὲ ἀκούω τήν τε σχῖνον ἀμφιλαφῆ τοῖς δένδροις περιπεφυκυῖαν καὶ κιττὸν ἄγριον τοῖς φυτοῖς ἐφέρποντα καὶ ὑπέρδασυν καὶ φοινίκων μέντοι τὰς ἁπαλάς τε καὶ νεαρὰς κόμας καὶ ἄλλων φυτῶν τοὺς ὅρπηκας καὶ τοὺς πτόρθους τοὺς ὑγροτέρους. εἰ δὲ οἱ διώκοντες πάλιν προσπελάζοιεν, οἳ δὲ ἐς φυγὴν ἐκτρέπονται αὖθις. οἵ γε μὴν διώκοντες αὐλίζονται ἑσπέρας καταλαβούσης, καὶ ἐμπρήσαντες τὴν ὕλην εἶτα μέντοι τρόπον τινὰ τὴν ὁδὸν τὴν ὀπίσω διατειχίσαντες αὐτοῖς ἔστησαν. δεδοίκασι δὲ πῦρ οὐ μεῖον τῶν λεόντων οἱ ἐλέφαντες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: