previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἀριστοτέλους ἀκούω λέγοντος ὅτι ἄρα γέρανοι ἐκ τοῦ πελάγους ἐς τὴν γῆν πετόμεναι χειμῶνος ἀπειλὴν ἰσχυροῦ ὑποσημαίνουσι τῷ συνιέντι. πετόμεναι δὲ ἄρα ἡσυχῆ αἱ αὐταὶ ὑπισχνοῦνται εὐημερίαν τινὰ καὶ εἰρήνην ἀέρος, καὶ σιωπῶσαι δὲ ὅτι ἔσται ὑπεύδια τοὺς οὐκ ἀπείρως ἔχοντας τῇ σιωπῇ ὑπομιμνήσκουσιν αἱ αὐταί. ἐὰν δὲ καταπέτωνται καὶ βοῶσι καὶ ταράττωσί τε καὶ ταράττωνται, ἀπειλοῦσι κἀνταῦθα χειμῶνα ἰσχυρόν. ἐρωδιὸς δὲ κνεφαῖος βοῶν τὰ αὐτὰ ἔοικεν ὑποδηλοῦν. πετόμενος δὲ ἐρωδιὸς τῆς θαλάττης εὐθὺ ὕδωρ ἐξ οὐρανοῦ ῥαγήσεσθαι αἰνίττεται. εἰ δὲ εἴη χειμέρια, ᾄσασα γλαῦξ εὐδίαν μαντεύεται καὶ ἡμέραν φαιδράν: ἐὰν δὲ εὐδία μὲν , δὲ ὑποφθέγγηται, χειμῶνα δεῖ προσδέχεσθαι. κόραξ δὲ ἐπιτρόχως φθεγγόμενος καὶ κρούων τὰς πτέρυγας καὶ κροτῶν αὐτάς, ὅτι χειμὼν ἔσται κατέγνω πρῶτος. κόραξ δὲ αὖ καὶ κορώνη καὶ κολοιὸς δείλης ὀψίας εἰ φθέγγοιντο, χειμῶνος ἔσεσθαί τινα ἐπιδημίαν [p. 174] διδάσκουσι. κολοιοὶ δὲ ἱερακίζοντες, ὡς ἐκεῖνος λέγει, καὶ πετόμενοι πῆ μὲν ἀνωτέρω πῆ δὲ κατωτέρω, κρυμὸν καὶ ὑετὸν δηλοῦσι. κορώνη δὲ ἐπὶ δείπνου ὑποφθεγγομένη ἡσυχῆ, ἐς τὴν ὑστεραίαν εὐδίαν παρακαλεῖ. φανέντες δὲ ὄρνιθες πολλοὶ μὲν τὸν ἀριθμόν, λευκοὶ δὲ τὴν χρόαν, χειμὼν ὅτι ἔσται πολὺς ἐκδιδάσκουσι. νῆτται δὲ καὶ αἴθυιαι πτερυγίζουσαι πνεῦμα δηλοῦσιν ἰσχυρόν. ὄρνιθες δὲ ἐκ τοῦ πελάγους ἐς τὴν γῆν σὺν ὁρμῇ πετόμενοι μαρτύρονται χειμῶνα. ἐρίθακος δὲ ἐς τὰ αὔλια καὶ τὰ οἰκούμενα παριὼν δῆλός ἐστι χειμῶνος ἐπιδημίαν ἀποδιδράσκων. ἀλεκτρυόνες γε μὴν καὶ ὄρνιθες οἱ ἠθάδες πτερυσσόμενοι καὶ φρυαττόμενοι καὶ ὑποτρύζοντες χειμῶνα δηλοῦσιν. ἀπειλοῦσι δὲ πνεῦμα λουόμεναί γε ὄρνιθες, καὶ ἀνέμων τινὰς ἐμβολὰς ὑποφαίνουσι. χειμῶνος δὲ ὄντος ἐς ἀλλήλους ὄρνιθες πετόμενοι καὶ δι᾽ ἀλλήλων θέοντες σημαίνουσιν εὐδίαν. ὄρνιθες δὲ ἀθροιζόμενοι περί τε λίμνας καὶ ποταμῶν ὄχθας χειμῶνα ἐσόμενον οὐκ ἀγνοοῦσι. πάλιν τε ὄρνιθες οἱ μὲν θαλάττιοι καὶ οἱ λιμναῖοι ἐς τὴν γῆν ἰόντες ὡς ἔσται χειμὼν πολὺς οὐκ ἀγνοοῦσιν, οἱ δὲ χερσαῖοι σπεύδοντες ἐς τὰ νοτερὰ εὐδίας ἄγγελοί εἰσιν, ἐὰν μέντοι σιωπῶσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: