previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Αἰγυπτίων ἀκούω λεγόντων τὸν ὄρυγα συνιέναι τὴν τοῦ Σειρίου ἐπιτολὴν πρῶτον, καὶ μαρτύρεσθαι τῷ πταρμῷ αὐτήν. νεανιεύονται δὲ καὶ οἱ Λίβυες ἀνὰ κράτος φάσκοντες καὶ τὰς αἶγας παρ᾽ αὐτοῖς προειδέναι τὸ αὐτὸ δήπου τοῦτο. αὗται μὲν καὶ μέλλοντα ὑετὸν προδηλοῦσιν. ἐπειδὰν γὰρ προέλθωσι τῶν σηκῶν, δρόμῳ καὶ μάλα γε ὤκιστα ὁρμῶσιν ἐπὶ τὸν χιλόν: εἶτα ἐμπλησθεῖσαι αὑτὰς ἐπιστρέφουσιν ἐς τὰ οἰκεῖα, καὶ ὁρῶσαι ἐκεῖσε ἀτρεμοῦσι, τὸν ποιμένα [p. 175] ἀναμένουσαι, ἵνα τὴν ταχίστην συνελάσῃ αὐτάς. καὶ Ἵππαρχος μὲν ἐπὶ Ἱέρωνος τοῦ τυράννου καθήμενος ἐν θεάτρῳ καὶ φορῶν διφθέραν, ὅτι τὸν μέλλοντα χειμῶνα ἐκ τῆς παρούσης αἰθρίας προηπίστατο ἐξέπληξε: καὶ ἐθαύμαζεν Ἱέρων αὐτόν, καὶ Νικαεῦσι τοῖς Βιθυνοῖς συνήδετο ὅτι Ἱππάρχου πολίτου ἔτυχον: ἐν Ὀλυμπίᾳ δὲ θεώμενον Ἀναξαγόραν ἐν διφθέρᾳ καὶ αὐτὸν τὰ Ὀλύμπια ἐπιρραγέντος ὑετοῦ τὸ Ἑλληνικὸν πᾶν ᾖδεν, καὶ θειότερα νοεῖν κατὰ τὴν θνητὴν φύσιν ἐκόμπαζεν. ὅτι δὲ βοῦς, ἐὰν μέλλῃ ὕειν Ζεύς, ἐπὶ τὸ ἰσχίον τὸ δεξιὸν κατακλίνεται, ἐὰν δὲ εὐδία, πάλιν ἐπὶ τὸ λαιόν, θαυμάζει τις οὐδείς. καὶ ἐκεῖνα δὲ προσακήκοα ἐκπλῆξαι ἱκανά. βοῦς ἐὰν βοᾷ καὶ ὀσφραίνηται, ὕειν ἀνάγκη. ἄδην δὲ βόες καὶ πέρα τοῦ ἔθους ἐσθίοντες δηλοῦσι χειμῶνα. πρόβατα δὲ ὀρύττοντα ταῖς ὁπλαῖς τὴν γῆν ἔοικε σημαίνειν χειμῶνα, ἀναβαινόμενα δὲ τὰ αὐτὰ πρωὶ πρώιον χειμῶνα ὁμολογεῖ. κοιμώμεναι δὲ ἀθρόαι αἱ αἶγες τὰ αὐτὰ ὁμολογοῦσιν. ὕες δὲ ἐν τοῖς ἀρώμασι φαινόμεναι ὑετοῦ φυγὴν διδάσκουσιν. ἄρνες δὲ ἄρα καὶ ἔριφοι ἀλλήλοις ἐμπηδῶντές τε καὶ ὑποσκιρτῶντες φαιδρὰν ἡμέραν ὁμολογοῦσιν. γαλαῖ δὲ ὑποτρίζουσαι καὶ μύες ἐκείναις δρῶντες τὰ αὐτὰ χειμῶνα ἔσεσθαι συμβάλλονται ἰσχυρόν. λύκοι δὲ φεύγοντες ἐρημίας καὶ εὐθὺ τῶν οἰκουμένων ἰόντες χειμῶνος ἐμβολὴν μέλλοντος ὅτι πεφρίκασι μαρτυροῦσι δι᾽ ὧν δρῶσι. λέοντος δὲ ἐν τοῖς καρπίμοις χωρίοις ἐπιδημία αὐχμὸν δηλοῖ. σκιρτῶντά γε μὴν τὰ ὑποζύγια καὶ βοῶντα τοῦ ἔθους μᾶλλον νοτερὸν χειμῶνα ἐσόμενον δηλοῖ: εἰ δὲ καὶ ταῖς ὁπλαῖς κόνιν προσαναβάλλοι, ταὐτὰ ταῦτα δηλοῖ που. λαγῲ δὲ ἐν τοῖς αὐτοῖς χωρίοις ὁρώμενοι πολλοὶ [p. 176] δηλοῦσιν εὐδίαν. πάντων δὲ τούτων ἀπολείπονται οἱ ἄνθρωποι, καὶ ἴσασιν αὐτὰ ὅταν γένηται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: