previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἡγήμων ἐν τοῖς Δαρδανικοῖς μέτροις περὶ Ἀλεύα τοῦ Θετταλοῦ φησι καὶ ἄλλα μέν, ἐν δὲ τοῖς καὶ ὅτι ἠράσθη δράκων αὐτοῦ. καὶ ὅτι μὲν εἶχε κόμην χρυσῆν ὅδε Ἀλεύας, λέγων τερατεύεται, ἐμοὶ δὲ ἔστω ξανθή. καὶ βουκολεῖν μὲν αὐτὸν ἐν τῇ Ὄσσῃ φησὶν [p. 208] ὡς ἐν τῇ Ἴδῃ τὸν Ἀγχίσην, παρὰ δὲ τῇ κρήνῃ νέμειν τὰς βοῦς τῇ καλουμένῃ Αἱμονίᾳ. Θετταλὴ δ᾽ ἂν καὶ κρήνη εἴη. δράκοντα οὖν μεγέθει μέγιστον ἐρασθῆναι τοῦ Ἀλεύα, καὶ ἀνέρπειν ἐς αὐτόν, καὶ τὴν κόμην οἱ καταφιλεῖν καὶ τῇ γλώττῃ περιλιχμώμενον τὸ πρόσωπον τοῦ ἐρωμένου καθαίρειν, καὶ δωροφορεῖν αὐτῷ θηρῶντα πάμπολλα. εἰ δὲ Γλαύκης τῆς κιθαρῳδοῦ κριὸς ἥττητο καὶ ἐν Ἰασῷ δελφὶς ἐφήβου, τί κωλύει καὶ δράκοντα ἐρασθῆναι νομέως ὡραίου, τὸν ὀξυωπέστατον κάλλους διαπρεποῦς ἀγαθὸν κριτὴν γεγενημένον; ἦν δὲ ἄρα ἴδιον ζῴων καὶ ἐρασθῆναι μὴ μόνον τοῦ συννόμου τε ἅμα καὶ συμφυοῦς, ἀλλὰ καὶ τοῦ προσήκοντος ἥκιστα, ὡραίου μέντοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: