previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐν Αἰθιοπίᾳ τοὺς καλουμένους Σιβρίτας σκορπίους ῾οὕτω δὲ αὐτοὺς ὡς εἰκὸς οἱ ἐπιχώριοι φιλοῦσιν ὀνομάζειν᾽ ἀκούω σιτεῖσθαι καὶ σαύρους καὶ ἀσπίδας καὶ σφονδύλας καὶ τίφας καὶ πᾶν ἑρπετόν, τὸν δὲ ἐπιβάντα αὐτῶν τοῖς περιττώμασιν ἑλκοῦσθαι πέπυσμαι. περὶ Κέρκυραν δὲ γίνονται αἱ καλούμεναι ὕδραι, αἵπερ οὖν τοὺς διώκοντας ἐπιστραφεῖσαι καὶ φυσήσασαι πνεῦμα ἄτοπον εἶτα ἀναστέλλουσι τῆς ὁρμῆς καὶ ἀποστρέφουσι. τὸν τύφλωπα δέ, ὃν καὶ τυφλίνην καλοῦσι καὶ κωφίαν προσέτι, κεφαλὴν μὲν παραπλησίαν ἔχειν μυραίνῃ λέγει τις λόγος, ὀφθαλμοὺς δὲ ἄγαν βραχίστους. καὶ θάτερον μὲν τοῖν ὀνομάτοιν ἐντεῦθεν εἴληφε, τόν γε μὴν κωφίαν, ἐπεὶ [p. 209] νωθής ἐστι τὴν ἀκοήν. δορὰν δὲ ἰσχυρὰν ἔχει καὶ διακοπτομένην βραδύτατα. τὸν δὲ ἀκοντίαν χέρσυδρον εἶναί φασι, χρόνου δὲ ἐν ξηρῷ ποιεῖσθαι τὴν διατριβὴν πολλοῦ καὶ ἐλλοχᾶν ζῷον πᾶν. δὲ σοφία τῆς ἐπιβουλῆς τῆς ἐξ αὐτοῦ τοιάδε ἐστίν. ἐν ταῖς λεωφόροις που λαθὼν ὑποκρύπτεται, πολλάκις δὲ καὶ ἐπί τι δένδρον ἀνερπύσας εἶτα ἑαυτὸν συνειλήσας καὶ τὴν κεφαλὴν ἐν τῇ σπείρᾳ ὑποκρύψας τοὺς παριόντας ἡσυχῆ ὑποβλέπει: εἶτα ἑαυτὸν ἀφίησιν ἐς τὸ παριόν, εἴτε ἄλογον εἴη ζῷον εἴτε ἄνθρωπος. ἔστι δὲ ἁλτικὸν θηρίον καὶ διαπηδῆσαι καὶ εἴκοσιν εἰ δέοι πήχεις οἷόν τε: ἁλλόμενόν τε παραχρῆμα ἐνέφυ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: