previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


διανήξασθαι καὶ ἐπιβῆναι τῆς γῆς οὐκ ἐπιτρέποντες, ἀναγκάζουσι δὲ τῷ χρόνῳ στρεβλούμενον καὶ ἰλυσπώμενον ἀποπνιγῆναι. εἶτα εἷς αὐτῶν τελεώτατος ἐμπηδήσας τῷ ὕδατι καὶ προσνεύσας ἐλάβετο τῆς οὐρᾶς τοῦ βοὸς καὶ ἕλκει ἐς τὸ ἔξω, καὶ ἕτερος τῆς ἐκείνου λαβόμενος αὐτὸν ἕλκει, καὶ τὸν δεύτερον τρίτος, καὶ τοῦτον τέταρτος, καὶ δρᾶται τὸ εἰρημένον μέχρι τοῦ τελευταίου, ὅσπερ οὖν ἔξω τοῦ ὕδατος ἕστηκε. καὶ τὸν τρόπον τοῦτον ἐξαγαγόντες τὸν βοῦν ποιοῦνται δεῖπνον. βοὸς δὲ μόσχον πεπλανημένον ἐλλοχήσαντες εἶτα αὐτῷ προσπηδῶσι, καὶ τοῦ μυκτῆρος λαβόμενοι ἕλκουσιν: δὲ ἀντισπᾷ, καὶ ἅμιλλα ὑπὲρ τούτου πολλή, τῶν μὲν ἐκβιάσασθαι πειρωμένων, τοῦ δὲ μὴ εἶξαι ἀγώνισμα ποιουμένου. ὅταν δὲ αὐτὸν οὕτως θεάσωνται σφόδρα ἀντιτείνοντα, μεθῆκαν: καὶ ἐκεῖνος ὑπὸ τῆς ἐς τοὐπίσω βίας ἀνατέτραπται, καὶ οἱ λύκοι ἐμπεσόντες ἀνέρρηξαν τὴν νηδὺν καὶ ἐσθίουσιν αὐτόν. [p. 210] Ὅταν ὑπερβῆναι τάφρον οἱ ἐλέφαντες μὴ δύνωνται, εἷς μέγιστος ἑαυτὸν ἐς αὐτὴν ἐμβάλλει, καὶ πλάγιος ἵσταται, καὶ γεφυροῖ τὸ κενόν, καὶ κατ᾽ αὐτοῦ βαίνοντες ἐς τὸ ἀντιπέρας ἴασι καὶ ἀποδιδράσκουσι, πρότερον μέντοι καὶ ἐκεῖνον ἀνασώσαντες. δὲ τῆς σωτηρίας τρόπος οὗτός ἐστιν. ἄνωθέν τις τὸν πόδα προτείνει, καὶ ἐκείνῳ παρέχει τὴν προβοσκίδα περιπλέξαι: οἱ δὲ ἄλλοι φρύγανα ἐμβάλλουσι καὶ ξύλα ὤκιστα, ὧν ἐπιβαίνων, εἰλημμένος τε τοῦ ποδὸς μάλα ἐγκρατῶς τε καὶ εὐλαβῶς ἀνασπᾶται ῥᾷστα. ἔστι δὲ ἐν τοῖς Ἰνδοῖς ἄρουρα, καὶ κέκληται Φαλάκρα. τὸ δὲ αἴτιον τοῦ ὀνόματος, γευσάμενος τῆς ἐνταῦθα γινομένης πόας καὶ τὰς τρίχας ἀποβάλλει καὶ τὰ κέρατα. οὐκοῦν οἱ ἐλέφαντες ἑκόντες εἶναι οὐ προσίασι τῇδε τῇ ἀρούρᾳ, ἀλλ᾽ ἀποστρέφονται πλησίον γενόμενοι, πᾶν τὸ βλάπτον φεύγοντες ὡς ἄνθρωποι φρόνιμοι οἱ ἐλέφαντες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: