previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


εἴρηται μὲν οὖν ἡμῖν περὶ ἐλεφάντων ἰδίᾳ, τὰ δὲ καὶ εἰρήσεται. οὑτωσὶ κρατοῦσι μὲν βίου, σωφροσύνης δὲ ὅπως μετειλήχασιν, εἰπεῖν πρεπωδέστατον. οὐ γὰρ ὡς ὑβρίζοντες οὐδὲ ὡς λάγνοι ἐπὶ τὴν ὁμιλίαν τὴν πρὸς τὴν θήλειαν ἔρχονται, ἀλλ᾽ ὥσπερ οὖν οἱ γένους διαδοχῆς δεόμενοι καὶ παιδοσποροῦντες, ἵνα μὴ αὐτοὺς ἐπιλίπῃ ἐπιγονὴ ἐξ ἀλλήλων, ἐάσωσι δὲ σπέρμα. ἅπαξ γοῦν ἐν τῷ βίῳ τῷ σφετέρῳ μνημονεύουσιν ἀφροδίτης, ὅταν θήλεια ὑπομένῃ καὶ αὐτή: εἶτα ἐμπλήσας ἕκαστος τὴν σύννομον τὸ ἐντεῦθεν οὐκ οἶδεν αὐτήν. συμπλέκονται δὲ οὐκ ἀνέδην οὐδὲ ἐν τῇ τῶν ἄλλων ὄψει ἀλλ᾽ ἀναχωρήσαντες: καὶ ἑαυτῶν προβάλλονται δένδρα δασέα ὕλην τινὰ συμφυῆ χῶρον κοῖλον καὶ βαθὺν τοῦ λαθεῖν αὐτοῖς παρέχοντα ἀφθονίαν. ὡς μὲν οὖν εἰσι δίκαιοι ἄνω εἶπον, καὶ τὸ ἀνδρεῖον αὐτῶν καὶ τοῦτο ἤδη λέλεκται: τὸ σῶφρον δὲ ἀποδέδεικται τὰ νῦν ταῦτα. ἀλλὰ καὶ τὸ μισοπόνηρον ὅτῳ σχολὴ μανθάνειν, οὗτος ὑπέχων τὰ ὦτα ἀκουέτω. ἐλέφαντι ἡμέρῳ πωλευτὴς ἦν, καὶ εἶχε γυναῖκα ἀφηλικεστέραν μέν, πλουσίαν δέ. οὐκοῦν ἑτέρας ἐρῶν καὶ τὰ τῆς συνοικούσης σπεύδων ἐκείνης γενέσθαι ταύτην μὲν ἀποπνίγει καὶ τῆς τοῦ ἐλέφαντος φάτνης κατορύττει πλησίον θερμόβουλος ἄνθρωπος, ἄγεται δὲ τὴν ἄλλην. ἐνταῦθα οὖν ἐλέφας τῇ προβοσκίδι λαβόμενος τὴν νεωστὶ ἀφιγμένην. ἄγει τῆς νεκρᾶς πλησίον, καὶ τοῖς κέρασιν ἀνορύξας καὶ γυμνώσας τὸ σῶμα, εἰπεῖν οὐκ ἠδύνατο, ταῦτα ἐπεδείκνυε δι᾽ αὐτῶν τῶν ἔργων, τὴν γυναῖκα τὸν τρόπον τοῦ γήμαντος αὐτὴν ἐκδιδάσκων μισοπόνηρος ἐλέφας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: