previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐγγραύλεις, οἳ δὲ ἐγκρασιχόλους καλοῦσιν αὐτάς, προσακήκοά γε μὴν καὶ τρίτον ὄνομα αὐτῶν, [p. 212] εἰσὶ γὰρ οἳ καὶ λυκοστόμους αὐτὰς ὀνομάζουσιν. ἔστι δὲ μικρὰ ἰχθύδια, καὶ πολύγονα φύσει, λευκότατα ἰδεῖν. ἐσθίουσί γε μὴν μάλιστα οἱ ἀγελαῖοι τῶν ἰχθύων αὐτά. δείσαντα οὖν συνθεῖ πρὸς ἄλληλα, καὶ ἐχόμενον τοῦ πλησίον ἕκαστον τῇ σφίγξει τὸ ῥᾳδίως ἐπιβουλεύεσθαι διαπέφευγε. τοσαύτη δὲ ἄρα αὐτῶν ἕνωσις γίνεται συνδραμόντων, ὡς καὶ πορθμίδας ἐπιθεούσας μὴ διασχίζειν αὐτά: καὶ μέντοι καὶ κώπην κοντὸν εἴ τις αὐτῶν διεῖναι θελήσειε, τὰ δὲ οὐ διαξαίνεται, ἀλλὰ ἔχεται ἀλλήλων ὡς συνυφασμένα. καθεὶς δὲ τὴν χεῖρα ὡς ἐκ σωροῦ πυρῶν κυάμων λάβοις ἂν βιαίως ἀποσπάσας, ὡς καὶ διασπᾶσθαι πολλάκις, καὶ τὰ. μὲν ἡμίτομα τῶν ἰχθυδίων λαμβάνεσθαι, τὰ δὲ ὑπολείπεσθαι. καὶ γὰρ τὸ μὲν οὐραῖον καθέξεις, μένει δὲ σὺν τοῖς ἄλλοις κεφαλή: κεφαλὴν κομιεῖς οἴκαδε, μένει δὲ ἐν τῇ θαλάττῃ τὸ λοιπόν. καλεῖται δὲ αὐτῶν πυκνή τε καὶ συνεχὴς νῆξις βόλος, καὶ πεντήκοντα ἁλιάδας πολλάκις ἐπλήρωσεν εἷς βόλος, ὥς φασιν οἱ θαλαττουργοί.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: