Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἡ τρυγὼν ῾οὔ φημι νῦν τὴν ὑπαέριον, ἀλλὰ τὴν ἐν τῇ θαλάττᾐ ὅτε βούλεται, νήχεται, καὶ αὖ πάλιν ἀρθεῖσα πέτεται. ἔχει δὲ κέντρον, οὗ καὶ ἀνωτέρω μνήμην ἐποιησάμην, θανατηφόρον. τὸ μὲν οὖν κεντεῖν καὶ ζῷα ἄλογα καὶ ἀνθρώπους καὶ παραχρῆμα ἀπολλύναι, οὔπω παράδοξόν ἐστιν: ὃ δὲ ἄξιον ἐκπεπλῆχθαι, τοῦτο εἰρήσεται. δένδρῳ τῷ μεγίστῳ καὶ πάνυ εὐθαλεῖ καὶ εὐερνεῖ καὶ λίαν τεθηλότι τὴν χλόην εἰ προσαγάγοις τὸ κέντρον καὶ νύξειας τὸ δένδρον, οὐ μετὰ μακρὸν ἐκβάλλει τὰ φύλλα: καὶ ἐκείνων καταρρεόντων ἐς τὴν γῆν τὸ πᾶν πρέμνον αὐαίνεται καὶ ἔοικεν ἡλιοβλήτῳ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.