Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τῆς τῶν ὡρῶν μεταβολῆς ἔχουσιν αἰσθητικῶς οἱ θύννοι καὶ ἴσασι τροπὰς ἡλίου ὀξύτατα, καὶ δέονται τῶν τὰ οὐράνια εἰδέναι δεινῶν οὐδὲ ἕν. ὅπου γὰρ ἂν αὐτοὺς χειμῶνος ἀρχὴ καταλάβῃ, ἐνταῦθα ἡσυχάζουσί τε καὶ ἀτρεμοῦσιν ἀγαπητῶς, καὶ καταμένουσιν ἐς τὴν ἐπιδημίαν τῆς ἰσημερίας. καὶ τεκμηριοῖ Ἀριστοτέλης τοῦτο. ὅτι δὲ τῷ ἑτέρῳ τῶν ὀφθαλμῶν ὁρῶσι, τῷ δὲ ἄλλῳ οὐκέτι, καὶ Αἰσχύλος ὁμολογεῖ λέγων τὸ σκαιὸν ὄμμα παραβαλὼν θύννου δίκην. παρίασί τε ἐς τὸν Πόντον, καὶ κατὰ τὴν δεξιὰν ἑαυτῶν πλευρὰν τὴν γῆν λαμβάνουσι, καθ᾽ ἣν καὶ βλέπουσιν: ἐξιόντες τε αὖ κατὰ τὴν ἀντιπέρας νέουσι τῆς γῆς ἐχόμενοι, τὴν φρουρὰν τὴν τοῦ σώματος κατὰ τὸν ὁρῶντα τῶν ὀφθαλμῶν λαμβάνοντες προμηθέστατα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.