Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὑπὲρ τοῦ πλείονα τὴν ἐπιγονὴν τῶν ζῴων σφίσι γίνεσθαι οἱ τούτων μελεδωνοὶ τὰ ἄρθρα τῶν θηλειῶν καὶ οἰῶν καὶ αἰγῶν καὶ ἵππων ἀνατρίβουσι κατὰ τὸν τῆς ὀχείας καιρὸν ἁλῶν καὶ λίτρου τὰς χεῖρας ἀναπλήσαντες. ἐκ τούτων ὄρεξις αὐτοῖς γίνεται περὶ τὴν ἀφροδίτην μᾶλλον. ἕτεροι δὲ πεπέριδι καὶ μέλιτι τὰ αὐτὰ χρίουσι, λίτρῳ δὲ ἄλλοι καὶ κνίδης καρπῷ: σμυρνίῳ δὲ ἤδη τινὲς ἔχρισαν καὶ λίτρῳ. ἐκ δὴ τοῦδε τοῦ ὀδαξησμοῦ ἀκράτορες ἑαυτῶν γίνονται αἱ θήλειαι ποῖμναι, καὶ ἐπιμαίνονται τοῖς ἄρρεσιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.