Click on a word to bring up parses, dictionary entries, and frequency statistics
αἱ καστορίδες ζῷόν εἰσι θαλάττιον, καὶ ἐπὶ ταῖς ἀκταῖς καὶ ταῖς πέτραις ταῖς προβεβλημέναις ἀπόφημόν τινα κωκυτὸν μεθιᾶσι, καὶ ὠρύονται βαρύτατα. τούτου τοίνυν τοῦ ἤχου ὅστις ἂν ἀκούσῃ, ἄφυκτά οἵ ἐστι, καὶ οὐ μετὰ μακρὸν ἀποθνήσκει. καὶ ἡ φάλαινα δὲ τῆς θαλάττης πρόεισι καὶ ἀλεαίνεται τῇ ἀκτῖνι. κνεφαῖαι δὲ αἱ φῶκαι ἐξίασι μᾶλλον: ἤδη μέντοι καὶ μεσημβρίας οὔσης καθεύδουσι τῆς θαλάττης ἔξω. τοῦτό τοι καὶ Ὅμηρος ᾔδει, καὶ ἐν Ὀδυσσείᾳ τὸν Μενέλεων πεποίηκε τῷ Τηλεμάχῳ καὶ τῷ Πεισιστράτῳ περιηγούμενον τὴν κοίτην αὐτῶν τήνδε, ὅτε τὰ ἐν Φάρῳ καὶ περὶ Πρωτέως τοῦ θαλαττίου δαίμονος αὐτοῖς ὁ Μενέλεως διεξῄει καὶ τῆς μαντείας, ἣν ἐμαντεύσατό οἱ ὁ Πρωτεὺς ὃν εἶπον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.