Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀλῶνται δὲ ἄρα ἰχθῦς καὶ πλανῶνται οἳ μὲν [p. 237] ἀθρόοι, ὥσπερ οὖν ἀγέλαι θρεμμάτων ἢ τάξεις ὁπλιτῶν ἰοῦσαι κατὰ ἴλας καὶ φάλαγγας, οἳ δὲ ἐν κόσμῳ κατὰ στοῖχον ἔρχονται, οἳ δέ, φαίης ἂν αὐτοὺς εἶναι λόχους. ἠρίθμηνται δὲ ἐς δεκάδας ἄλλοι καὶ ταύτῃ συννέουσιν: ἤδη δὲ νήχονται καὶ κατὰ ζεῦγός τινες. ἄλλοι δὲ οἰκουροῦσιν ἐν τοῖς φωλεοῖς καὶ ἐνταυθοῖ καταζῶσιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.