previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐν ὥρᾳ θερείῳ, πολλοῦ πάνυ σφόδρα τοῦ ἡλίου ἐνακμάζοντος, οἱ ἐλέφαντες ἀλλήλους χρίουσιν ἰλύι παχείᾳ, καὶ αὐτοῖς αὕτη ψῦχος τε παρέχει καὶ οἰκίας ὑπάντρου τινὸς δένδροις καὶ κλάδοις ἀμφιλαφοῦς [p. 238] ἡδίων ἐστὶ τοῖς ζῴοις τοῖς προειρημένοις. οὗτοι ῥινηλατοῦσιν ἰσχυρῶς, καὶ αἴσθησιν ὀξυτάτην ἔχουσι. προΐασι γοῦν ἀλλήλων ὁδοποιοῦντες, καὶ γε πρῶτος ῾ἴασι γὰρ κατὰ στοῖχον᾽ τῆς ἐν ποσὶ πόας αἰσθόμενος καὶ ὅτι διῆλθον ἅνθρωποι ἐκ τῆς παραψαύσεως συνεὶς αὐτῶν, ἀνασπᾷ τὴν πόαν καὶ δίδωσι τῷ κατόπιν ὀσφραίνεσθαι, καὶ ἐκεῖνος τῷ μετ᾽ αὐτόν: καὶ ἥδε ἀντίδοσις ὡς ἂν εἴποις διὰ πάντων ἔρχεται. καὶ μέντοι καὶ ἐς τὸν οὐραγοῦντα ὅταν ἀφίκηται, δὲ μέγα ἐπήχησεν, οἳ δὲ ὥσπερ οὖν σύνθημα στρατιῶται λαβόντες εἶτα μέντοι ἐκτρέπονται ἐς τὰ τῶν ὀρῶν ἄγκη καὶ δάση τῶν ἑλῶν τὰ κοιλότερα καὶ μέντοι καὶ τῶν πεδίων ὅσα κομᾷ τοῖς θάμνοις. πάντως δὲ ἣν καταστείβουσιν ἄνθρωποι, ταύτην ἀποδιδράσκουσιν: ὑφορῶνται γὰρ τοῦτο τὸ ζῷον ὡς ἔχθιστον. ὅταν δὲ αὐτοὺς αἱ νομαὶ ἐπιλίπωσιν, οἳ μὲν τὰς ῥίζας ἐξορύττουσιν καὶ σιτοῦνται καὶ ταύτας, οἳ δὲ ἀπίασι ζητοῦντες χιλόν. καὶ γε ἐντυχὼν τῷ θηράματι πρῶτος αὐτῶν ὑποστρέψας καλεῖ τοὺς συννόμους καὶ ἐπί γε τὸ ἕρμαιον αὐτοὺς ἄγει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: