previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


κύων ὑπὸ πλήθους ὀχλούμενος οἶδε πόαν ἐν ταῖς αἱμασιαῖς φυομένην, ἧσπερ οὖν γευσάμενος ἐμεῖ πᾶν τὸ λυποῦν μετὰ φλέγματος καὶ χολῆς, ὑποχωρεῖ δὲ αὐτῷ καὶ τῶν σκυβάλων πάμπολλα, καὶ πορίζει σωτηρίαν ἑαυτῷ, δεηθεὶς ἰατρῶν συμμάχων οὐδὲ ἕν. καὶ μελαίνης μέντοι χολῆς ἐκκρίνει πλῆθος, ἥπερ οὖν μείνασα λύτταν ἐργάζεται κυσὶ νόσημα ἀργαλέον. ἑλμίνθων δὲ πεπληρωμένοι τοῦ σίτου τοὺς [p. 206] ἀθέρας ἐσθίουσιν, ὡς Ἀριστοτέλης λέγει. τρωθέντες δὲ ἔχουσι τὴν γλῶτταν φάρμακον, ᾗπερ οὖν περι: λιχμώμενοι τὸ τρωθὲν μέρος ἐς ὑγίειαν ἐπανάγουσιν, ἐπίδεσμα καὶ σπληνία καὶ κράσεις φαρμάκων μακρὰν χαίρειν εἰπόντες. κύνα δὲ καὶ ἐκεῖνο οὐ διαλέληθεν, ὅτι ἄρα τῆς μελίας καρπὸς τοὺς μὲν ὗς πιαίνει, αὐτῷ δὲ ἄλγημα ἰσχίου προξενεῖ: καὶ ὁρῶν ἐμφορουμένην τοῦ προειρημένου τὴν ὗν, ἀφίσταται αὐτῇ πάνυ ἐγκρατῶς καὶ τοῦ δοκοῦντος ἡδέος. ἄνθρωποι

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: