previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἔφη δὲ πρὸς αὐτὸν Θευδᾶς: Ἰδοὺ φανερόν ἐστιν, ὅτι τὴν καθ̓ ἡμᾶς θρησκείαν πολλοὶ καὶ μεγάλοι σοφοί, καὶ ἐξηγηταί, καὶ θαυμαστοὶ τὴν ἀρετὴν καὶ ἐπιστήμην, ἐνομοθέτησαν, καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς καὶ δυνάσται ὡς καλὴν καὶ μηδὲν σφαλερὸν ἔχουσαν ἐδέξαντο, τὴν δὲ τῶν Γαλιλαίων ἄγροικοί τινες, πτωχοί τε καὶ εὐτελεῖς ἐκήρυξαν ἄνδρες, καὶ αὐτοὶ εὐαρίθμητοι καὶ μὴ τῶν δώδεκα τὸ μέτρον ὑπερβαίνοντες. πῶς οὖν τῶν ὀλίγων, ἀσήμων τε καὶ ἀγροίκων, τὸ κήρυγμα προτιμητέον τῆς τῶν πολλῶν καὶ μεγάλων καὶ σοφίᾳ τοσαύτῃ λαμψάντων νομοθεσίας; τίς δὲ ἀπόδειξις τούτους ἀληθεύειν, κἀκείνους ψεύδεσθαι; Αὖθις οὖν τοῦ βασιλέως υἱὸς ἀπεκρίνατο: Τάχα, Θευδᾶ, ὄνος εἶ, τὸ τοῦ λόγου, λύρας 1 ἀκούων καὶ ἀσύνετος μένων, μᾶλλον δὲ ἀσπὶς βύων τὰ ὦτα τοῦ μὴ ἀκοῦσαι φωνῆς ἐπᾳδόντων. 2 καλῶς οὖν προφήτης εἶπε περὶ σοῦ: εἰ ἀλλάξεται Αἰθίοψ τὸ δέρμα αὐτοῦ καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς, καὶ σὺ δυνήσῃ εὖ ποιῆσαι μεμαθηκὼς κακά. μωρὲ καὶ τυφλέ, πῶς οὐκ ἄγει σε εἰς αἴσθησιν τῆς ἀληθείας ἰσχύς; [294] τοῦτο γὰρ αὐτὸ τὸ παρὰ πολλῶν μὲν ἐπὶ σοφίᾳ θαυμαζομένων ἐπαινεῖσθαι τὰ μιαρὰ σου σεβάσματα, [p. 492] παρὰ πολλῶν δὲ βασιλέων κρατύνεσθαι, τὸ δὲ κήρυγμα τοῦ Εὐαγγελίου παῤ ὀλίγων καὶ ἀσήμων ἀνδρῶν κηρυχθῆναι, δεικνύει τῆς ἡμῶν θεοσεβείας τὴν ἰσχὺν καὶ τῶν ὑμετέρων πονηρῶν δογμάτων τὸ ἀσθενὲς καὶ ὀλέθριον: ὅτι τὰ μὲν ὑμέτερα, καὶ συνηγόρους ἔχοντα σοφοὺς καὶ ἀντιλήπτορας ἰσχυρούς, ὅμως σβέννυται καὶ ἀσθενεῖ, τὰ δὲ τῆς θεοσεβείας, μηδεμίαν ἀνθρωπίνην κεκτημένα βοήθειαν, λάμπει τηλαυγέστερον ἡλίου καὶ τοῦ κόσμου κατέσχε τὰ πληρώματα. εἰ μὲν γὰρ παρὰ ῥητόρων τε καὶ φιλοσόφων ἐξετέθη, βασιλεῖς δὲ καὶ δυνάστας εἶχε συνεργοῦντας, εὗρες ἂν σὺ πονηρὸς εἰπεῖν ἀνθρωπίνης δυνάμεως τὸ πᾶν γεγενῆσθαι: νυνὶ δέ, ὁρῶν παρὰ ἁλιέων μὲν εὐτελῶν τὸ ἅγιον συντεθὲν Εὐαγγέλιον, παρὰ πάντων δὲ τυράννων διωχθέν, καὶ μετὰ τοῦτο τὴν οἰκουμένην κατασχὸν 3 ῾εἰς πᾶσαν γὰρ τὴν γῆν ἐξῆλθεν φθόγγος [295] αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοὖ, τί ἂν εἴποις, θείαν εἶναι καὶ ἄμαχον δύναμιν ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων τὰ ἑαυτῆς βεβαιοῦσαν; τίνα δὲ ἀπόδειξιν ζητεῖς, ἀνόητε, τοῦ ψεύδεσθαι μὲν τοὺς σούς, ἀληθεύειν δὲ τοὺς ἡμετέρους, κρείττονα τῶν εἰρημένων; εἰ μὴ γὰρ λῆρος ἦν καὶ ψεῦδος πάντα τὰ σά, οὐκ ἄν, τοσαύτην ἔχοντα παρὰ ἀνθρώπων ἰσχύν, 4 ἠλαττοῦτο καὶ ἐξησθένει. Εἶδον γάρ, φησί, τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου: καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν, καὶ ἐζήτησα αὐτόν, καὶ οὐχ εὑρέθη τόπος αὐτοῦ. Περὶ ὑμῶν ταῦτα εἴρηκεν Προφήτης τῶν [p. 494] ὑπασπιστῶν τῆς εἰδωλομανίας. μικρὸν γὰρ ὅσον ὅσον καὶ οὐ μὴ εὑρεθῇ τόπος ὑμῶν, ἀλλ̓, ὡς 5 ἐκλείπει καπνός, ἐκλείψετε, καὶ ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός. περὶ δὲ τῆς Εὐαγγελικῆς 6 θεογνωσίας εἶπεν Κύριος: οὐρανὸς καὶ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ 7 παρέλθωσι. καί: Σὺ κατ̓ ἀρχάς, Κύριε, φησὶν αὖθις ψαλμῳδός, τὴν γῆν ἐθεμελίωσας, καὶ [296] 8 ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί: αὐτοὶ ἀπολοῦνται: σὺ δὲ διαμένεις: καὶ πάντες ὡσεὶ ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται, σὺ δὲ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. καὶ οἱ μὲν θεῖοι κήρυκες τῆς τοῦ Χριστοῦ παρουσίας, οἱ 9 σοφοὶ τῆς οἰκουμένης ἁλιεῖς, οἱ πάντας ἑλκύσαντες τοῦ βυθοῦ τῆς ἀπάτης, οὓς εὐτελὴς σύ, καὶ δοῦλος ὄντως τῆς ἁμαρτίας, ἐξευτελίζεις, 10 ἔλαμψαν σημείοις καὶ τέρασι καὶ ποικίλαις δυνάμεσιν ὡς ἥλιος ἐν τῷ κόσμῳ, τυφλοῖς τὸ 11 φῶς δωρούμενοι, κωφοῖς τὸ ἀκούειν, χωλοῖς τὸ 12 περιπατεῖν, νεκροῖς τὸ ζῆν χαριζόμενοι. αἱ σκιαὶ γὰρ αὐτῶν μόναι πάντα τὰ πάθη τῶν ἀνθρώπων ἐθεράπευον. δαίμονας, οὓς ὑμεῖς φοβεῖσθε ὡς θεούς, οὐ μόνον τῶν ἀνθρωπίνων ἀπήλαυνον σωμάτων, ἀλλὰ καὶ αὐτῆς ἐδίωκον τῆς οἰκουμένης, τῷ τοῦ σταυροῦ σημείῳ, δἰ οὗ πᾶσαν μὲν ἠφάνισαν μαγείαν πᾶσαν δὲ φαρμακείαν ἀνενέργητον ἔδειξαν. καὶ ἐκεῖνοι μέν, οὕτως τὴν ἀνθρωπίνην ἰασάμενοι ἀσθένειαν τῇ τοῦ Χριστοῦ δυνάμει καὶ τὴν κτίσιν πᾶσαν καινουργήσαντες, ὡς τῆς ἀληθείας κήρυκες θαυμάζονται παρὰ πάντων εἰκότως τῶν εὐ φρονούντων. τί δὲ [p. 496] 13 αὐτὸς ἔχεις εἰπεῖν περὶ τῶν σου καὶ [297] ῥητόρων, ὧν ἐμώρανεν Θεὸς τὴν σοφίαν, τῶν συνηγόρων τοῦ διαβόλου; τί μνήμης ἄξιον κατέλιπον τῷ βίῳ; εἰπέ. τί δ̓ ἂν εἴποις περὶ αὐτῶν, ἀλογίαν καὶ αἰσχρότητα, καὶ τέχνην ματαίαν, τῇ καλλιεπείᾳ τῶν λόγων τὸν βόρβορον συγκαλύπτουσαν τῆς δυσώδους αὐτῶν θρησκείας; Ἀλλὰ καὶ αὐτῶν τῶν ποιητῶν ὅσοι μικρόν τι δεδύνηνται τῆς πολλῆς ἀνανεῦσαι μανίας, εἶπον τὸ ἀληθέστερον, ὅτι οἱ λεγόμενοι θεοὶ ἄνθρωποι ἦσαν, καί, διὰ τό τινας μὲν αὐτῶν ἄρξαι χωρῶν τε καὶ πόλεων, τινὰς δὲ ἄλλο τι οὐδαμινὸν κατὰ τὸν βίον ποιῆσαι, πλανηθέντας 14 τοὺς ἀνθρώπους θεοὺς αὐτοὺς καλέσαι. καταρχὰς μὲν γὰρ Σεροὺχ ἐκεῖνος ἱστόρηται τὰ τῶν [298] ἀγαλμάτων ἐξευρεῖν. τοὺς γὰρ ἐν τοῖς πάλαι χρόνοις ἀνδρείας φιλίας, τινος ἑτέρας ἀνδραγαθίας ἔργον μνήμης ἄξιον ἐπιδειξαμένους ἀνδριάσι λέγεται καὶ στήλαις τιμῆσαι. οἱ δὲ μετὰ ταῦτα τὴν τῶν προγόνων ἀγνοήσαντες γνώμην, καὶ ὅτι, μνήμης ἕνεκα μόνον, τοῖς ἐπαινετόν τι ποιήσασιν ἀνδριάντας καὶ στήλας ἀνέστησαν, κατὰ μικρὸν πλανώμενοι τῇ τοῦ ἀρχεκάκου δαίμονος ἐνεργείᾳ, ὡς ἀθανάτοις θεοῖς τοῖς ὁμοιοπαθέσι καὶ φθαρτοῖς ἀνθρώποις προσετέθησαν, καὶ θυσίας αὐτοῖς καὶ σπονδὰς ἐπενοήσαντο, τῶν δαιμόνων δηλονότι τοῖς ξοάνοις ἐνοικησάντων, καὶ πρὸς ἑαυτοὺς τὴν τιμὴν καὶ τὰς θυσίας μεθελκυσάντων. ἐκεῖνοι τοίνυν τοὺς μὴ δοκιμάζοντας τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει πείθουσι θεοὺς αὐτοὺς ἡγεῖσθαι, δυοῖν χάριν: [p. 498] ἵν̓ αὐτοὶ μὲν τῇ προσηγορίᾳ δοξάζοιντο ταύτῃ ῾ἥδονται γάρ, ἅτε πλήρεις ἀλαζονείας ὄντες, ὡς θεοὶ τιμᾶσθαἰ, αὐτοὺς δὲ οὓς ἠπατήκασιν 15 εἰς τὸ ἡτοιμασμένον αὐτοῖς ἄσβεστον ἑλκύσωσι πῦρ. ὅθεν πᾶσαν αὐτοὺς ἐδίδαξαν παρανομίαν καὶ αἰσχρότητα, ὡς ἅπαξ ὑποταγέντας τῇ ἐκείνων ἀπάτῃ. ἐπὶ τοῦτον οὖν τὸν κολοφῶνα τῶν κακῶν ἐλθόντες οἱ ἄνθρωποι, ἐσκοτισμένοι ὄντες, ἕκαστος τοῦ ἰδίου πάθους καὶ τῆς ἰδίας ἐπιθυμίας ἔστησε στήλην, καὶ θεὸν ὠνόμασε, [299] βδελυκτοὶ τῆς πλάνης, βδελυκτότεροι τῆς ἀτοπίας τῶν προσκυνουμένων γενόμενοι, ἕως ἐλθὼν 16 Κύριος διὰ σπλάγχνα ἐλέους αὐτοῦ ἐλυτρώσατο ἡμᾶς τοὺς πιστεύοντας αὐτῷ τῆς πονηρᾶς ταύτης καὶ ὀλεθρίου πλάνης, καὶ ἐδίδαξε τὴν 17 ἀληθῆ θεογνωσίαν. οὐκ ἔστι γὰρ σωτηρία, εἰ μὴ ἐν αὐτῷ, καὶ οὐκ ἔστιν ἄλλος θεὸς οὔτε ἐν οὐρανῷ, οὔτε ἐπὶ γῆς, εἰ μὴ αὐτὸς μόνος τοῦ 18 παντὸς ποιητής, πάντα φέρων τῷ ῥήματι τῆς 19 δυνάμεως αὐτοῦ. Τῷ λόγῳ γάρ, φησί, Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα δύναμις αὐτῶν: καί, 20 πάντα δἰ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν γέγονεν. δὲ Θευδᾶς, τούτων ἀκούσας τῶν ῥημάτων, καὶ ὅτι πλήρης λόγος θεοδιδάκτου σοφίας ἐτύγχανεν, οἷα βροντῆς ἤχῳ καταπλαγείς, ἀφωνίᾳ συνείχετο. ὀψὲ δὲ καὶ μόλις εἰς αἴσθησιν ἐλθὼν τῆς ἑαυτοῦ ἀθλιότητος ῾ἥψατο γὰρ τῶν ἐσκοτισμένων ὀφθαλμῶν τῆς καρδίας αὐτοῦ σωτήριος λόγος, καὶ πολὺς τῶν προτέρων αὐτοῦ εἰσῄει μετάμελος᾿, καὶ τῆς τῶν εἰδώλων πλάνης καταγνούς, [p. 500] τῷ φέγγει τῆς εὐσεβείας προσέδραμε. καὶ τὸ ἀπ̓ ἐκείνου οὕτω τῆς μοχθηρᾶς ἀγωγῆς ἀπέστη καὶ τοσοῦτον ἑαυτὸν τοῖς ἀτίμοις ἐξεπολέμωσε πάθεσι καὶ μαγείαις, ὅσην ἄρα πρὸ τούτου τὴν πρὸς αὐτὰ φιλίαν ἐσπείσατο. τότε μὲν γὰρ ἐν μέσῳ τοῦ συνεδρίου ἑστώς, τοῦ βασιλέως προκαθεζομένου, μεγάλῃ τῇ φωνῇ ἐβόησεν: Ἀληθῶς, [300] 21 βασιλεῦ, πνεῦμα Θεοῦ οἰκεῖ ἐν τῷ υἱῷ σου: ἀληθῶς ἡττήμεθα, καὶ οὐδεμίαν ἔτι ἀπολογίαν ἔχομεν, οὔτε ἀντοφθαλμῆσαι πρὸς τὰ παῤ αὐτοῦ λεγόμενα ἰσχύομεν. μέγας οὖν τῷ ὄντι τῶν Χριστιανῶν Θεός, μεγάλη πίστις αὐτῶν, μεγάλα τὰ μυστήρια. Ἐπιστραφεὶς δὲ πρὸς τὸν υἱὸν ἔφη τοῦ βασιλέως: Λέγε μοι τοίνυν, πεφωτισμένε τὴν ψυχήν: δέχεταί με Χριστός, εἰ, ἐκ τῶν πονηρῶν μου πράξεων ἀποστάς, ἐπιστρέψω πρὸς αὐτόν; Ναί, φησὶν τῆς ἀληθείας κῆρυξ, ναί, δέχεται καὶ σὲ καὶ πάντας τοὺς εἰς αὐτὸν ἐπιστρέφοντας. 22 δέχεται δὲ οὐχ ἁπλῶς, ἀλλ̓, ὡς υἱῷ ἀπὸ μακρᾶς ἐπιδημήσαντι χώρας, προσυπαντᾷ τῷ ἐκ τῆς ὁδοῦ τῶν ἀνομιῶν ἐπιστρέφοντι: καὶ τοῦτον περιλαβὼν κατασπάζεται, καὶ τὸ τῆς ἁμαρτίας αἶσχος περιελών αὐτίκα ἱμάτιον περιτίθησι σωτηρίου, καὶ στολὴν λαμπροτάτης περιβαλὼν δόξης, μυστικὴν ταῖς ἄνω δυνάμεσιν ἐπιτελεῖ εὐφροσύνην, τὴν ἐπιστροφὴν ἑορτάζων τοῦ ἀπολωλότος 23 προβάτου. αὐτὸς γὰρ ἔφη Κύριος 24 χαρὰν γίνεσθαι ἐν οὐρανῷ μεγίστην ἐπὶ ἑπὶ ἑνὶ ἁμαρτωλῷ 25 μετανοοῦντι. καὶ πάλιν, Οὐκ ἦλθον, φησί, καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. [p. 502] 26 φησὶ δὲ καὶ διὰ τοῦ προφήτου: Ζῶ ἐγώ, λέγει Κύριος: οὐ βούλομαι τὸν θάνατον τοῦ [301] ἁμαρτωλοῦ καὶ ἀσεβοῦς, ὡς τὸ ἐπιστρέψαι ἀπὸ τῆς ὁδοῦ αὐτοῦ καὶ ζῆν αὐτόν: ἀποστροφῇ ἀποστρέψατε ἀπὸ τῆς ὁδοῦ ὑμῶν τῆς πονηρᾶς: καὶ ἱνατί ἀποθνήσκετε, οἶκος Ἰσραήλ; ἀνομία γὰρ ἀνόμου οὐ μὴ κακώσῃ αὐτόν: ἐν ἂν ἡμέρᾳ ἀποστρέψῃ ἀπὸ τῆς ἀνομίας αὐτοῦ καὶ ποιήσῃ δικαιοσύνην, καὶ ἐν προστάγματι ζωῆς διαπορεύσηται, ζωῇ ζήσεται καὶ οὐ μὴ ἀποθάνῃ: πᾶσαι αἱ ἁμαρτίαι αὐτοῦ ἃς ἥμαρτεν οὐ μὴ μνησθῶσιν: ὅτι κρῖμα δικαιοσύνης ἐποίησεν, ἐν αὐτῇ ζήσεται. 27 καὶ αὖθις, Λούσασθε, δἰ ἑτέρου βοᾷ προφήτου, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου: παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν: μάθετε καλὸν ποιεῖν: καὶ δεῦτε καὶ διαλεχθῶμεν: καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ, ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡσεὶ ἔριον λευκανῶ. τοιούτων οὖν προκειμένων ἐπαγγελιῶν παρὰ τοῦ Θεοῦ τοῖς ἐπιστρέφουσι, μὴ μέλλε, ἄνθρωπε, μηδὲ ἀναβάλλου: ἀλλὰ πρόσελθε πρὸς Χριστὸν τὸν φιλάνθρωπον Θεὸν ἡμῶν, καὶ φωτίσθητι, καὶ 28 τὸ πρόσωπόν σον οὐ μὴ καταισχυνθῇ. ἅμα γὰρ τῷ καταδῦναί σε τῇ κολυμβήθρᾳ τοῦ θείου βαπτίσματος, ὅλον τὸ αἶσχος τοῦ παλαιοῦ ἀνθρώπου καὶ ὅλος φόρτος τῶν πολλῶν ἁμαρτημάτων 29 ἐνθάπτεται τῷ ὕδατι καὶ εἰς τὸ μὴ ὂν χωρεῖ, νέος δὲ σὺ ἐκεῖθεν καὶ παντὸς ῥύπου καθαρὸς ἀνέρχῃ, [302] μηδένα σπίλον ῥυτίδα ἁμαρτίας ἐπιφερόμενος, καὶ λοιπὸν ἐπὶ σοί ἐστι τὸ διαφυλάξαι ἑαυτῷ [p. 504] τὴν ἐκεῖθέν σοι προσγινομένην κάθαρσιν διὰ 30 σπλάγχνα ἐλέους Θεοῦ ήμῶν. μὲν οὗν Θευδᾶς, τούτοις κατηχηθεὶς τοῖς ῥήμασιν, ἔξεισιν εὐθέως, καὶ τὸ πονηρὸν ἐκεῖνο 31 καταλαβὼν ἄντρον, καὶ τὰς ἑαυτοῦ λαβὼν μαγικὰς βίβλους, ὡς κακίας πάσης ἀπαρχάς, ὡς ὀργίων δαιμονικῶν θησαυρούς, πυρὶ κατέκαυσεν. αὐτὸς δὲ τὸ σπήλαιον καταλαμβάνει τοῦ ἱεροῦ ἀνδρὸς ἐκείνου, πρὸς ὃν καὶ Ναχὼρ ἀπεληλύθει, καὶ τὰ κατ̓ αὐτὸν διηγεῖται πάντα, κόνιν μὲν ἐπὶ κεφαλῆς καταχεάμενος, βαρεῖς τε ἀναφέρων στεναγμοὺς καὶ λούων τοῖς δάκρυσιν ἑαυτόν, καθεξῆς δὲ τῷ γέροντι τὰς μυσαρὰς αὐτοῦ διηγούμενος πράξεις. ἐκεῖνος δέ, περὶ τὸ σῶσαι ψυχὴν καὶ τῆς τοῦ δολίου δράκοντος ἐξαρπάσαι φάρυγγος εὐτεχνότατος ὤν, κατεπᾴδει αὐτὸν ῥήμασι σωτηρίοις, ἐγγυᾶται τὴν ἄφεσιν, ἵλεων ὑπισχνεῖται τὸν δικαστήν. εἶτα κατηχήσας καὶ νηστεύειν ἐπὶ πολλὰς ἐντειλάμενος ἡμέρας, τῷ θείῳ καθαίρει βαπτίσματι. καὶ ἦν ἄνθρωπος μετανοῶν γνησίως πάσας αὐτοῦ τὰς ἡμέρας, ἐφ̓ οἷς ἐπλημμέλησε, δάκρυσί τε καὶ στεναγμοῖς τὸν Θεὸν ἐξιλεούμενος.

1 Ps. lviii. 4

2 Jer. xiii. 23

3 Ps. xix. 4

4 Ps. xxxnii. 35

5 Ps. lxviii, 2

6 Mat. xxinv. 35

7 Ps. cii. 25

8 Heb. i. 10

9 Mark i. 17

10 Acts v. 12

11 Acts iii. 1-10

12 Acts v. 12

13 Cp. 1 Cor. i. 17-29

14 Eustathius in Hexaem. p. 56

15 Mat, xxv. 41

16 Luke 1. 78

17 Cp. Acts iv. 12

18 Heb. i. 3

19 Ps. xxxiii. 6

20 John i. 3

21 Rom. viii. 9, 11

22 Luke xv. 20 ff.

23 Luke xv. 4

24 Luke xv. 7

25 Luke v. 32

26 Ez. xxxiii. 11 ff.

27 Is. 1. 16-18

28 Ps. xxxiv. 5

29 Greg. Naz. Orat. xLp. 638

30 Luke i. 78

31 Cp. Acts. xix. 19

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: