previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


κς


μηδὲ Σεκούνδου τοῦ Ἀθηναίου ἀμνημονῶμεν, ὃν ἐκάλουν ἐπίουρόν τινες ὡς τέκτονος παῖδα. Σεκοῦνδος τοίνυν σοφιστὴς γνῶναι μὲν περιττός, ἑρμηνεῦσαι δὲ ἀπέριττος, Ἡρώδην δὲ ἐκπαιδεύσας ἐς διαφορὰν αὐτῷ ἀφίκετο παιδεύοντι ἤδη, ὅθεν Ἡρώδης διετώθαζεν αὐτὸν ἐκεῖνο ἐπιλέγων: ‘καὶ κεραμεὺς κεραμεῖ κοτέει καὶ ῥήτορι τέκτων,’ [p. 55] ἀλλ᾽ ἀποθανόντι καὶ λόγον ἐπεφθέγξατο καὶ δάκρυα ἐπέδωκε καίτοι γηραιῷ τελευτήσαντι. μνήμης δὲ ἄξια τοῦ ἀνδρὸς τούτου καὶ πλείω μέν, μάλιστα δὲ ἥδε ὑπόθεσις: ‘ ἄρξας στάσεως ἀποθνησκέτω καὶ παύσας στάσιν ἐχέτω δωρεάν: αὐτὸς καὶ ἄρξας καὶ παύσας αἰτεῖ τὴν δωρεάν.’ τήνδε τὴν ὑπόθεσιν ὧδε ἐβραχυλόγησεν: ‘οὐκοῦνἔφητί πρότερον; τὸ κινῆσαι στάσιν. τί δεύτερον; τὸ παῦσαι. δοὺς οὖν τὴν ἐφ᾽ οἷς ἠδίκεις τιμωρίαν, τὴν ἐφ᾽ οἷς εὖ πεποίηκας δωρεάν, εἰ δύνασαι, λάβε.’ τοιόσδε μὲν ἀνὴρ οὗτος, τέθαπται δὲ πρὸς τῇ Ἐλευσῖνι ἐν δεξιᾷ τῆς Μέγαράδε ὁδοῦ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: