previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


κα


ἀναγράψω καὶ Πρόκλον τὸν Ναυκρατίτην εἰδὼς εὖ τὸν ἄνδρα, καὶ γὰρ δὴ καὶ τῶν ἐμῶν διδασκάλων εἷς οὗτος. Πρόκλος τοίνυν ἦν μὲν τῶν οὐκ ἀφανῶν κατ᾽ Αἴγυπτον, στασιάζουσαν δὲ ἰδὼν τὴν Ναύκρατιν καὶ παρὰ τὰ ἤθη πολιτεύοντας τὴν Ἀθήνησιν ἡσυχίαν ἠσπάσατο καὶ ὑπεκπλεύσας ἐκεῖ ἔζη πολλὰ μὲν ἀγαγὼν χρήματα, πολλοὺς δὲ οἰκέτας [p. 105] καὶ τὴν ἄλλην κατασκευὴν μεγαλοπρεπῶς κεκοσμημένην. εὖ δὲ ἀκούων Ἀθήνησι καὶ τὸν ἐν μειρακίῳ χρόνον ηὐδοκίμησε πολλῷ μᾶλλον ἀνὴρ γενόμενος, πρῶτον μὲν ἐπὶ τῇ τοῦ βίου αἱρέσει, ἔπειτα, οἶμαι, καὶ ἐπὶ εὐεργετήματι γενομένῳ μὲν περὶ ἕνα Ἀθηναῖον, δήλωσιν δὲ παρασχομένῳ χρηστοῦ ἤθους: ἐς γὰρ τὸν Πειραιᾶ ἐσπλεύσας ἤρετό τινα τῶν αὐτόθεν, εἰ δεῖνα καλῶς Ἀθήνησι ζῇ καὶ εὖ πράττει, ἠρώτα δὲ ταῦτα ὑπὲρ τοῦ ξένου, προσέμιξεν Ἀθήνησι νέος ὤν, ὅτε δὴ καὶ Ἀδριανῷ ἐφοίτα. μαθὼν δὲ αὐτὸν εἶναί τε καὶ ζῆν, ἐκπεσεῖσθαι δὲ αὐτίκα τῆς οἰκίας διακηρυττομένης ἐπ᾽ ἀγορᾶς πρὸς δραχμὰς μυρίας, ἃς ἐπ᾽ αὐτῇ ἐδεδάνειστο, ἔπεμψεν αὐτῷ τὰς μυρίας μηδὲ ἀνελθών πω ἐς τὸ ἄστυ εἰπὼνἐλευθέρωσον τὴν οἰκίαν, ἵνα μή σε κατηφῆ ἴδω’. ταῦτα μὴ πλουσίου μόνον ἡγώμεθα, ἀλλὰ καὶ τῷ πλούτῳ καλῶς χρωμένου πεπαιδευμένου τε ἱκανῶς καὶ τὰ φιλικὰ ἀκριβοῦντος.


ἐκτήσατο δὲ καὶ οἰκίας, δύο μὲν ἐν ἄστει, μίαν δὲ ἐν Πειραιεῖ καὶ ἄλλην Ἐλευσῖνι. ἐφοίτα δὲ αὐτῷ καὶ ἀπ᾽ Αἰγύπτου λιβανωτὸς ἐλέφας μύρον βίβλος βιβλία καὶ πᾶσα τοιάδε ἀγορά, καὶ ἀποδιδόμενος αὐτὰ τοῖς διατιθεμένοις τὰ τοιαῦτα οὐδαμοῦ φιλοχρήματος ἔδοξεν οὐδὲ ἀνελεύθερος, οὐδὲ ἐραστὴς τοῦ πλείονος, οὐδὲ ἐπικέρδια μαστεύων τόκους, ἀλλ᾽ αὐτὸ ἀγαπῶν τὸ ἀρχαῖον. υἱῷ τε ἀσώτῳ περὶ ἀλεκτρυόνων τροφὴν περί τε ὀρτύγων κυνῶν τε καὶ κυνιδίων καὶ ἵππων ξυννεάζων μᾶλλον ἐπιπλήττων καὶ παρὰ τοῖς πολλοῖς ἔχων αἰτίανθᾶττονἔφημεταβαλεῖ τὸ μετὰ γερόντων παίζειν μετὰ ἡλίκων’. ἀποθανόντος δὲ αὐτῷ τοῦ παιδὸς καὶ τῆς γυναικὸς ἐπὶ παλλακῇ ἐγένετο διὰ τὸ καὶ γηράσκοντας [p. 106] ὀφθαλμοὺς ἐπάγεσθαι, θηλυτάτῃ δὲ αὐτῇ γενομένῃ πᾶσαν ἐφιεὶς ἡνίαν οὐκ ἀγαθὸς ἔδοξε προστάτης τοῦ οἴκου.


τὰ δὲ τῆς μελέτης πάτρια τῷ ἀνδρὶ τούτῳ διέκειτο ὧδε: ἑκατὸν δραχμὰς ἅπαξ καταβαλόντι ἐξῆν ἀκροᾶσθαι τὸν ἀεὶ χρόνον. ἦν δὲ αὐτῷ καὶ θήκη βιβλίων ἐπὶ τῆς οἰκίας, ὧν μετῆν τοῖς ξυλλεγομένοις ἐς τὸ πλήρωμα τῆς ἀκροάσεως. ὡς δὲ μὴ συρίττοιμεν ἀλλήλους, μηδὲ σκώπτοιμεν, ἐν ταῖς τῶν σοφιστῶν ξυνουσίαις φιλεῖ γίγνεσθαι, ἀθρόοι ἐσεκαλούμεθα καὶ ἐκαθήμεθα ἐσκληθέντες οἱ μὲν παῖδες καὶ οἱ παιδαγωγοὶ μέσοι, τὰ μειράκια δὲ αὐτοί. τὸ μὲν οὖν διαλεχθῆναι αὐτὸν ἐν σπανιστοῖς ἔκειτο, ὅτε δὲ ὁρμήσειεν ἐς διάλεξιν, ἱππιάζοντί τε ἐῴκει καὶ γοργιάζοντι. μελέτη δὲ τῆς προτεραίας προεωραμένη ἐσεκυκλεῖτο. τὸ δὲ μνημονικὸν ἐνενηκοντούτης ἤδη γηράσκων καὶ ὑπὲρ τὸν Σιμωνίδην ἔρρωτο, καὶ ἑρμήνευε μὲν κατὰ φύσιν, Ἀδριάνειοι δὲ ἦσαν αἱ ἐπιβολαὶ τῶν νοημάτων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: