previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



ἐπεὶ δὲ ἀνδρῶν ἐλλογίμων ἀξιομνημόνευτα οὐ μόνον τὰ μετὰ σπουδῆς λεχθέντα, ἀλλὰ καὶ τὰ ἐν [p. 51] ταῖς παιδιαῖς, ἀναγράψω καὶ τοὺς ἀστεισμοὺς τοῦ Πολέμωνος, ὡς μηδὲ οὗτοι παραλελειμμένοι φαίνοιντο. μειράκιον Ἰωνικὸν ἐτρύφα κατὰ τὴν Σμύρναν ὑπὲρ τὰ Ἰώνων ἤθη, καὶ ἀπώλλυ αὐτὸ πλοῦτος βαθύς, ὅσπερ ἐστὶ πονηρὸς διδάσκαλος τῶν ἀκολάστων φύσεων. ὄνομα μὲν δὴ τῷ μειρακίῳ Οὔαρος, διεφθορὸς δὲ ὑπὸ κολάκων ἐπεπείκει αὐτὸ ἑαυτό, ὡς καλῶν τε εἴη κάλλιστος καὶ μέγας ὑπὲρ τοὺς εὐμήκεις καὶ τῶν ἀμφὶ παλαίστραν γενναιότατός τε καὶ τεχνικώτατος καὶ μηδ᾽ ἂν τὰς Μούσας ἀναβάλλεσθαι αὐτοῦ ἥδιον, ὁπότε πρὸς τὸ ᾄδειν τράποιτο. παραπλήσια δὲ τούτοις καὶ περὶ τῶν σοφιστῶν ᾤετο, παριππεῦσαι γὰρ ῾ἂν᾽ καὶ τὰς ἐκείνων γλώττας, ὁπότε μελετῴη, καὶ γὰρ δὴ καὶ ἐμελέτα, καὶ οἱ δανειζόμενοι παρ᾽ αὐτοῦ χρήματα τὸ καὶ μελετῶντος ἀκροάσασθαι προσέγραφον τῷ τόκῳ. ὑπήγετο δὲ καὶ Πολέμων τῷ δασμῷ τούτῳ νέος ὢν ἔτι καὶ οὔπω νοσῶν, δεδάνειστο γὰρ παρ᾽ αὐτοῦ χρήματα, καὶ ἐπεὶ μὴ ἐθεράπευε, μηδὲ ἐς τὰς ἀκροάσεις ἐφοίτα, χαλεπὸν ἦν τὸ μειράκιον καὶ ἠπείλει τύπους. οἱ δὲ τύποι γράμμα εἰσὶν ἀγορᾶς, ἐρήμην ἐπαγγέλλον τῷ οὐκ ἀποδιδόντι. αἰτιωμένων οὖν τὸν Πολέμωνα τῶν οἰκείων, ὡς ἀηδῆ καὶ δύστροπον, εἰ παρὸν αὐτῷ μὴ ἀπαιτεῖσθαι καὶ τὸ μειράκιον ἐκκαρποῦσθαι παρέχοντα αὐτῷ νεῦμα εὔνουν μὴ ποιεῖ τοῦτο, ἀλλ᾽ ἐκκαλεῖται αὐτὸ καὶ παροξύνει, τοιαῦτα ἀκούων ἀπήντησε μὲν ἐπὶ τὴν ἀκρόασιν, ἐπεὶ δὲ ἐς δείλην ἤδη ὀψίαν τὰ τῆς μελέτης αὐτῷ προὔβαινε καὶ οὐδεὶς ὅρμος ἐφαίνετο τοῦ λόγου, σολοικισμῶν τε καὶ βαρβαρισμῶν καὶ ἐναντιώσεων πλέα ἦν πάντα, ἀναπηδήσας Πολέμων καὶ ὑποσχὼν τὼ χεῖρεΟὔαρε’, εἶπενφέρε τοὺς τύπους.’ λῃστὴν δὲ πολλαῖς αἰτίαις [p. 52] ἑαλωκότα στρεβλοῦντος ἀνθυπάτου καὶ ἀπορεῖν φάσκοντος, τίς γένοιτ᾽ ἂν ἐπ᾽ αὐτῷ τιμωρία τῶν εἰργασμένων ἀξία, παρατυχὼν Πολέμωνκέλευσονἔφηαὐτὸν ἀρχαῖα ἐκμανθάνειν.’ καίτοι γὰρ πλεῖστα ἐκμαθὼν σοφιστὴς οὗτος ὅμως ἐπιπονώτατον ἡγεῖτο τῶν ἐν ἀσκήσει τὸ ἐκμανθάνειν. ἰδὼν δὲ μονόμαχον ἱδρῶτι ῥεόμενον καὶ δεδιότα τὸν ὑπὲρ τῆς ψυχῆς ἀγῶναοὕτωςεἶπενἀγωνιᾷς, ὡς μελετᾶν μέλλων.’ σοφιστῇ δὲ ἐντυχὼν ἀλλᾶντας ὠνουμένῳ καὶ μαινίδας καὶ τὰ εὐτελῆ ὄψα λῷστε,’ εἶπενοὐκ ἔστι τὸ Δαρείου καὶ Ξέρξου φρόνημα καλῶς ὑποκρίνασθαι ταῦτα σιτουμένῳ.’ Τιμοκράτους δὲ τοῦ φιλοσόφου πρὸς αὐτὸν εἰπόντος, ὡς λάλον χρῆμα Φαβωρῖνος γένοιτο, ἀστειότατα Πολέμωνκαὶ πᾶσαἔφηγραῦςτὸ εὐνουχῶδες αὐτοῦ διασκώπτων. ἀγωνιστοῦ δὲ τραγῳδίας ἐν τοῖς κατὰ τὴν Σμύρναν Ὀλυμπίοις τὸ Ζεῦἐς τὴν γῆν δείξαντος, τὸ δὲκαὶ γᾶἐς τὸν οὐρανὸν ἀνασχόντος, προκαθήμενος τῶν Ὀλυμπίων Πολέμων ἐξέωσεν αὐτὸν τῶν ἄθλων εἰπὼνοὗτος τῇ χειρὶ ἐσολοίκισεν.’ μὴ πλείω ὑπὲρ τούτων, ἀπόχρη γὰρ καὶ ταῦτα τὸ ἐπίχαρι τοῦ ἀνδρὸς δηλῶσαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: