previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



ἰατροῖς δὲ θαμὰ ὑποκείμενος λιθιώντων αὐτῷ τῶν ἄρθρων παρεκελεύετο αὐτοῖς ὀρύττειν καὶ τέμνειν τὰς Πολέμωνος λιθοτομίας. Ἡρώδῃ δὲ ἐπιστέλλων ὑπὲρ τῆς νόσου ταύτης ὧδε ἐπέστειλεν: ‘δεῖ ἐσθίειν, χεῖρας οὐκ ἔχω: δεῖ βαδίζειν, πόδες οὐκ εἰσί μοι: δεῖ ἀλγεῖν, τότε καὶ πόδες εἰσί μοι καὶ χεῖρες.’ Ἐτελεύτα μὲν περὶ τὰ ἓξ καὶ πεντήκοντα ἔτη, τὸ δὲ μέτρον τῆς ἡλικίας τοῦτο ταῖς μὲν ἄλλαις [p. 54] ἐπιστήμαις γήρως ἀρχή, σοφιστῇ δὲ νεότης ἔτι, γηράσκουσα γὰρ ἥδε ἐπιστήμη σοφίαν ἀρτύνει. τάφος δὲ αὐτῷ κατὰ τὴν Σμύρναν οὐδείς, εἰ καὶ πλείους λέγονται: οἱ μὲν γὰρ ἐν τῷ κήπῳ τοῦ τῆς Ἀρετῆς ἱεροῦ ταφῆναι αὐτόν, οἱ δὲ οὐ πόρρω τούτου ἐπὶ θαλάττῃ, νεὼς δέ τίς ἐστι βραχὺς καὶ ἄγαλμα ἐν αὐτῷ Πολέμωνος ἐσταλμένον, ὡς ἐπὶ τῆς τριήρους ὠργίαζεν, ὑφ᾽ κεῖσθαι τὸν ἄνδρα, οἱ δὲ ἐν τῇ τῆς οἰκίας αὐλῇ ὑπὸ τοῖς χαλκοῖς ἀνδριᾶσιν. ἔστι δὲ οὐδὲν τούτων ἀληθές, εἰ γὰρ ἐτελεύτα κατὰ τὴν Σμύρναν, οὐδενὸς ἂν τῶν θαυμασίων παρ᾽ αὐτοῖς ἱερῶν ἀπηξιώθη τὸ μὴ οὐκ ἐν αὐτῷ κεῖσθαι. ἀλλ᾽ ἐκεῖνα ἀληθέστερα, κεῖσθαι μὲν αὐτὸν ἐν τῇ Λαοδικείᾳ παρὰ τὰς Συρίας πύλας, οὗ δὴ καὶ τῶν προγόνων αὐτοῦ θῆκαι, ταφῆναι δὲ αὐτὸν ζῶντα ἔτι, τουτὶ γὰρ τοῖς φιλτάτοις ἐπισκῆψαι, κείμενόν τε ἐν τῷ σήματι παρακελεύεσθαι τοῖς συγκλείουσι τὸν τάφονἔπαγε, ἔπαγε, μὴ γὰρ ἴδοι με σιωπῶντα ἥλιος.’ πρὸς δὲ τοὺς οἰκείους ὀλοφυρομένους αὐτὸν ἀνεβόησε: ‘δότε μοι σῶμα καὶ μελετήσομαι.’ μέχρι Πολέμωνος τὰ Πολέμωνος, οἱ γὰρ ἐπ᾽ αὐτῷ γενόμενοι ξυγγενεῖς μέν, οὐ μὴν οἷοι πρὸς τὴν ἐκείνου ἀρετὴν ἐξετάζεσθαι, πλὴν ἑνὸς ἀνδρός, περὶ οὗ μικρὸν ὕστερον λέξω.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: