previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ιε


λαμπρὸν ἐν σοφισταῖς καὶ Πτολεμαῖος Ναυκρατίτης ἤχησεν. ἦν μὲν γὰρ τῶν μετεχόντων τοῦ ἱεροῦ τοῦ περὶ Ναύκρατιν ὀλίγοις Ναυκρατιτῶν ὑπάρχον, Ἡρώδου δὲ ἀκροατὴς μέν, οὐ μὴν ζηλωτὴς ἐγένετο, ἀλλ᾽ ἐς τὸν Πολέμωνα μᾶλλον ὑπηνέχθη, τὸν γὰρ ῥοῖζον τοῦ λόγου καὶ τὸ πνεῦμα καὶ τὸ ἐκ περιβολῆς φράζειν ἐκ τῆς Πολέμωνος σκηνῆς ἐσηγάγετο, λέγεται δὲ καὶ αὐτοσχεδιάσαι σὺν εὐροίᾳ [p. 99] ἀμηχάνῳ. δικῶν τε καὶ δικαστηρίων παρέτραγε μέν, οὐ μήν, ὡς ὄνομα ἐντεῦθεν ἄρασθαι. Μαραθῶνα δὲ αὐτὸν ἐπωνόμαζον, ὡς μέν τινες, ἐπειδὴ τῷ Μαραθῶνι δήμῳ ἐνεγράφη Ἀθήνησιν, ὡς δὲ ἐνίων ἤκουον, ἐπειδὴ ἐν ταῖς Ἀττικαῖς τῶν ὑποθέσεων τῶν Μαραθῶνι προκινδυνευσάντων θαμὰ ἐμνημόνευεν.


κατηγοροῦσι δὲ τοῦ Πτολεμαίου τινὲς ὡς μὴ διορῶντος τὰς ὑποθέσεις, μηδὲ ὅπη ξυνεστᾶσί τε καὶ μή, τεκμήριον τόδε τιθέμενοι τῆς κατηγορίας ταύτης: τοὺς Μεσσηνίους οἱ Θηβαῖοι γράφονται τὴν τῶν ἀχαριστησάντων, ἐπεὶ τοὺς φεύγοντας αὐτῶν μὴ ἐδέξαντο, ὅτε καὶ αἱ Θῆβαι ὑπὸ Ἀλεξάνδρου ἥλωσαν. ταύτην γὰρ ἐπιφανῶς αὐτῷ εἰρημένην τὴν ὑπόθεσιν καὶ σοφῶς, ὡς οἷόν τε, συκοφαντοῦσι λέγοντες, ὡς εἰ μὲν ζῶντος Ἀλεξάνδρου κρίνονται, τίς οὕτω θρασύς, ὡς καταψηφίσασθαι Μεσσηνίων; εἰ δὲ τεθνεῶτος, τίς οὕτω πρᾷος, ὡς ἀπογνῶναι τὴν αἰτίαν; οὐ γὰρ ξυνιᾶσιν οἱ ταῦτα διαβάλλοντες, ὅτι τῶν Μεσσηνίων ἀπολογία κατὰ ξυγγνώμην ἵσταται τὸν Ἀλέξανδρον προισχομένων καὶ τὸν ἐκείνου φόβον, οὗ μηδὲ ἄλλη Ἑλλὰς ἀπείρως εἶχεν. ταῦτά μοι ἀπολελογήσθω ὑπὲρ τοῦ ἀνδρὸς παραιτουμένῳ αὐτὸν ἀδίκου καὶ πεπανουργημένης αἰτίας: καὶ γὰρ δὴ καὶ εὐφημότατος σοφιστῶν οὗτος. πλεῖστα δὲ ἐπελθὼν ἔθνη καὶ πλείσταις ἐνομιλήσας πόλεσιν οὐδαμοῦ διέβαλε τὸ ἑαυτοῦ κλέος, οὐδὲ ἥττων προσεδοκήθη ἔδοξεν, ἀλλ᾽ ὥσπερ ἐπὶ λαμπροῦ ὀχήματος τῆς φήμης πορευόμενος διῄει τὰ ἄστη. ἐτελεύτα δὲ γηραιὸς ἐν Αἰγύπτῳ τοὺς ὀφθαλμοὺς οὐκ ἀφαιρεθεὶς μὲν ὑπὸ τοῦ τῆς κεφαλῆς ῥεύματος, ἐπικοπεὶς δέ. [p. 100]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: