previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ζ


Ἑρμογένης δέ, ὃν Ταρσοὶ ἤνεγκαν, πεντεκαίδεκα ἔτη γεγονὼς ἐφ᾽ οὕτω μέγα προὔβη τῆς τῶν σοφιστῶν δόξης, ὡς καὶ Μάρκῳ βασιλεῖ παρασχεῖν ἔρωτα ἀκροάσεως: ἐβάδιζε γοῦν ἐπὶ τὴν ἀκρόασιν αὐτοῦ Μάρκος καὶ ἥσθη μὲν διαλεγομένου, ἐθαύμαζε δὲ σχεδιάζοντος, δωρεὰς δὲ λαμπρὰς ἔδωκεν. ἐς δὲ ἄνδρας ἥκων ἀφῃρέθη τὴν ἕξιν ὑπ᾽ οὐδεμιᾶς φανερᾶς νόσου, ὅθεν ἀστεισμοῦ λόγον παρέδωκε τοῖς βασκάνοις, ἔφασαν γὰρ τοὺς λόγους ἀτεχνῶς καθ᾽ Ὅμηρον πτερόεντας εἶναι, ἀποβεβληκέναι γὰρ αὐτοὺς τὸν Ἑρμογένην καθάπερ πτερά. καὶ Ἀντίοχος δὲ σοφιστὴς ἀποσκώπτων ποτὲ ἐς αὐτὸνοὗτοςἔφηἙρμογένης, ἐν παισὶ μὲν γέρων, ἐν δὲ γηράσκουσι παῖς.’ δὲ ἰδέα τοῦ λόγου, ἣν ἐπετήδευε, τοιάδε τις ἦν: ἐπὶ γὰρ τοῦ Μάρκου διαλεγόμενοςἰδοὺ ἥκω σοι’, ἔφηβασιλεῦ, ῥήτωρ παιδαγωγοῦ δεόμενος, ῥήτωρ ἡλικίαν περιμένωνκαὶ πλείω ἕτερα διελέχθη καὶ ὧδε βωμόλοχα. ἐτελεύτα μὲν οὖν ἐν βαθεῖ γήρᾳ, εἷς δὲ τῶν πολλῶν νομιζόμενος, κατεφρονήθη γὰρ ἀπολιπούσης αὐτὸν τῆς τέχνης.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: