previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ιβ


Πολυδεύκη δὲ τὸν Ναυκρατίτην οὐκ οἶδα, εἴτε ἀπαίδευτον δεῖ καλεῖν εἴτε πεπαιδευμένον, εἴθ᾽, ὅπερ εὔηθες δόξει, καὶ ἀπαίδευτον καὶ πεπαιδευμένον: ἐνθυμουμένῳ γὰρ αὐτοῦ τὰ ὀνόματα ἱκανῶς ἐγεγύμναστο τὴν γλῶτταν τῆς ἀττικιζούσης λέξεως, διορῶντι δὲ τὸ ἐν ταῖς μελέταις εἶδος οὐδὲν βέλτιον ἑτέρου ἠττίκισεν.


τάδε οὖν χρὴ περὶ αὐτοῦ εἰδέναι: Πολυδεύκης τὰ μὲν κριτικὰ ἱκανῶς ἤσκητο, πατρὶ ξυγγενόμενος τοὺς κριτικοὺς λόγους εἰδότι, τοὺς δὲ σοφιστικοὺς τῶν λόγων τόλμῃ μᾶλλον τέχνῃ ξυνέβαλλε θαρρήσας τῇ φύσει, καὶ γὰρ δὴ καὶ ἄριστα ἐπεφύκει. Ἀδριανοῦ δὲ ἀκροατὴς γενόμενος ἴσον ἀφέστηκεν αὐτοῦ καὶ τῶν πλεονεκτημάτων καὶ τῶν ἐλαττωμάτων, ἥκιστα μὲν γὰρ πίπτει, ἥκιστα δὲ αἴρεται, πλὴν ἀλλ᾽ εἰσί τινες ἡδονῶν λιβάδες διακεκραμέναι τοῦ λόγου. ἰδέα δὲ αὐτοῦ διαλεγομένου μὲν ἥδε: ‘ Πρωτεὺς Φάριος τὸ θαῦμα τὸ Ὁμηρικὸν πολλαὶ μὲν αὐτοῦ καὶ πολυειδεῖς αἱ μορφαί, καὶ γὰρ ἐς ὕδωρ αἴρεται καὶ ἐς πῦρ ἅπτεται καὶ ἐς λέοντα θυμοῦται καὶ ἐς σῦν ὁρμᾷ καὶ ἐς δράκοντα χωρεῖ καὶ ἐς πάρδαλιν πηδᾷ καὶ δένδρον ἢν γένηται, κομᾷ.’ μελετῶντος δὲ αὐτοῦ χαρακτῆρα ποιώμεθα τοὺς νησιώτας τοὺς τὰ γένη πιπράσκοντας ἐς τὴν ἀπαγωγὴν τῶν φόρων, ἐπειδὴ βούλονται καὶ ἄριστα εἰρῆσθαι τήνδε τὴν ὑπόθεσιν, ἧς τὸ ἐπὶ πᾶσιν ὧδε εἴρηται: ‘παῖς ἠπειρώτης ἀπὸ Βαβυλῶνος πατρὶ νησιώτῃ γράφει: δουλεύω βασιλεῖ δῶρον ἐκ σατράπου δοθείς, οὔτε δὲ ἵππον ἀναβαίνω Μηδικὸν οὔτε τόξον λαμβάνω [p. 97] Περσικόν, ἀλλ᾽ οὐδὲ ἐπὶ πόλεμον θήραν, ὡς ἀνήρ, ἐξέρχομαι, ἐν γυναικωνίτιδι δὲ κάθημαι καὶ τὰς βασιλέως θεραπεύω παλλακάς, καὶ βασιλεὺς οὐκ ὀργίζεται, εὐνοῦχος γάρ εἰμι. εὐδοκιμῶ δὲ παρ᾽ αὐταῖς θάλατταν Ἑλληνικὴν διηγούμενος καὶ τὰ τῶν Ἑλλήνων μυθολογῶν καλά, πῶς Ἠλεῖοι πανηγυρίζουσι, πῶς Δελφοὶ θεσπίζουσι, τίς παρ᾽ Ἀθηναίοις Ἐλέου βωμός. ἀλλὰ καὶ σύ, πάτερ, μοι γράφε, πότε παρὰ Λακεδαιμονίοις Ὑακίνθια καὶ παρὰ Κορινθίοις Ἴσθμια καὶ παρὰ Δελφοῖς Πύθια καὶ εἰ νικῶσιν Ἀθηναῖοι ναυμαχοῦντες. ἔρρωσο καὶ τὸν ἀδελφόν μοι προσαγόρευσον, εἰ μήπω πέπραται.’ ταῦτα μὲν δὴ ὁποῖα τοῦ ἀνδρὸς τούτου σκοπεῖν ἔξεστι τοῖς ἀδεκάστως ἀκροωμένοις. ἀδεκάστους δὲ ἀκροατὰς καλῶ τοὺς μήτε εὔνους μήτε δύσνους. ἐλέγετο δὲ ταῦτα καὶ μελιχρᾷ τῇ φωνῇ ἀπαγγέλλειν, καὶ βασιλέα Κόμμοδον θέλξας τὸν Ἀθήνησι θρόνον παρ᾽ αὐτοῦ εὕρετο. ἐβίω μὲν οὖν ἐς ὀκτὼ καὶ πεντήκοντα ἔτη, ἐτελεύτα δὲ ἐπὶ παιδὶ γνησίῳ μέν, ἀπαιδεύτῳ δέ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: