previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



ἐκπεσὼν δὲ τοῦ θρόνου τοῦ Ἀθήνησι ξυστάντων ἐπ᾽ αὐτὸν τῶν Ἀπολλωνίου τοῦ Ναυκρατίτου ἑταίρων, ὧν πρῶτος καὶ μέσος καὶ τελευταῖος Μαρκιανὸς ἐκ Δολίχης ἐγένετο, ἐπὶ τὴν Σμύρναν ἐτράπετο θύουσαν μάλιστα δὴ πόλεων ταῖς τῶν σοφιστῶν Μούσαις. νεότητα μὲν οὖν Ἰωνικήν τε καὶ Λύδιον καὶ τὴν ἐκ Φρυγῶν καὶ Καρίας ξυνδραμεῖν ἐς Ἰωνίαν κατὰ ξυνουσίαν τοῦ ἀνδρὸς οὔπω μέγα, ἐπειδὴ ἀγχίθυρος ἁπάσαις Σμύρνα, δὲ ἦγε μὲν καὶ τὸ ἐκ τῆς Εὐρώπης Ἑλληνικόν, ἦγε δὲ τοὺς ἐκ τῆς ἑῴας νέους, πολλοὺς δὲ ἦγεν Αἰγυπτίων οὐκ ἀνηκόους αὐτοῦ ὄντας, ἐπειδὴ Πτολεμαίῳ τῷ Ναυκρατίτῃ κατὰ Αἴγυπτον περὶ σοφίας ἤρισεν. ἐνέπλησε μὲν δὴ τὴν Σμύρναν ὁμίλου λαμπροῦ, ὤνησε δὲ καὶ πλείω ἕτερα, ἐγὼ δηλώσω: πόλις ἐς ξένους πολλοὺς ἐπεστραμμένη ἄλλως τε καὶ σοφίας ἐρῶντας σωφρόνως μὲν βουλεύσει, σωφρόνως δὲ ἐκκλησιάσει φυλαττομένη δήπου τὸ ἐν πολλοῖς τε καὶ σπουδαίοις κακὴ ἁλίσκεσθαι, ἱερῶν τε ἐπιμελήσεται καὶ γυμνασίων καὶ κρηνῶν καὶ στοῶν, ἵνα ἀποχρῶσα τῷ ὁμίλῳ φαίνοιτο. ἑ̣̣̓ δὲ καὶ ναύκληρος πόλις εἴη, καθάπερ Σμύρνα, πολλὰ καὶ ἄφθονα αὐτοῖς θάλασσα δώσει. ξυνήρατο δὲ τῇ Σμύρνῃ καὶ τοῦ εἴδους ἐλαίου κρήνην ἐπισκευάσας ἐν τῷ τοῦ Ἀσκληπιοῦ γυμνασίῳ χρυσῆν τοῦ ὀρόφου, καὶ τὴν στεφανηφόρον ἀρχὴν παρ᾽ αὐτοῖς ἦρξεν, ἀφ᾽ ὧν τοῖς ἐνιαυτοῖς τίθενται Σμυρναῖοι τὰ ὀνόματα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: