previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



βασίλειοι δὲ αὐτοῦ πρεσβεῖαι πολλαὶ μέν, καὶ γάρ τις καὶ ἀγαθὴ τύχη ξυνηκολούθει πρεσβεύοντι, ἀρίστη δὲ ὑπὲρ τῶν ἀμπέλων: οὐ γὰρ ὑπὲρ Σμυρναίων μόνων, ὥσπερ αἱ πλείους, ἀλλ᾽ ὑπὲρ τῆς Ἀσίας ὁμοῦ πάσης ἐπρεσβεύθη. τὸν δὲ νοῦν τῆς πρεσβείας ἐγὼ δηλώσω: ἐδόκει τῷ βασιλεῖ μὴ εἶναι τῇ Ἀσίᾳ ἀμπέλους, ἐπειδὴ ἐν οἴνῳ στασιάζειν ἔδοξαν, ἀλλ᾽ ἐξῃρῆσθαι μὲν τὰς ἤδη πεφυτευμένας, ἄλλας δὲ μὴ φυτεύειν ἔτι. ἔδει δὴ πρεσβείας ἀπὸ τοῦ κοινοῦ καὶ ἀνδρός, ὃς ἔμελλεν ὥσπερ Ὀρφεύς τις Θάμυρις ὑπὲρ αὐτῶν θέλξειν. αἱροῦνται τοίνυν Σκοπελιανὸν πάντες, δ᾽ οὕτω τι ἐκ περιουσίας ἐκράτει τὴν πρεσβείαν, ὡς μὴ μόνον τὸ ἐξεῖναι φυτεύειν ἐπανελθεῖν ἔχων, ἀλλὰ καὶ ἐπιτίμια κατὰ τῶν μὴ φυτευόντων. ὡς δὲ ηὐδοκίμησε τὸν ἀγῶνα τὸν ὑπὲρ τῶν ἀμπέλων, δηλοῖ μὲν καὶ τὰ εἰρημένα, γὰρ λόγος ἐν τοῖς θαυμασιωτάτοις, δηλοῖ δὲ καὶ τὰ ἐπὶ τῷ λόγῳ, δώρων τε γὰρ ἐπ᾽ αὐτῷ ἔτυχεν, [p. 34] νομίζεται παρὰ βασιλεῖ, πολλῶν τε προσρήσεών τε καὶ ἐπαίνων, νεότης τε αὐτῷ λαμπρὰ ξυνηκολούθησεν ἐς Ἰωνίαν σοφίας ἐρῶντες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: