previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



τὸν δὲ Ἀθήνησι τῶν σοφιστῶν θρόνον κατασχὼν ἐτῶν που τεττάρων ἀπηνέχθη αὐτοῦ ὑπὸ τῆς γυναικὸς καὶ τοῦ πλούτου, ἐκείνη γὰρ ἐνεργοτάτη γυναικῶν ἐγένετο καὶ φύλαξ ἀγαθὴ χρημάτων, ἀμφοῖν τε ἀπόντων οὐσία ὑπεδίδου. τοῦ γε μὴν φοιτᾶν ἐς τὰς τῶν Ἑλλήνων πανηγύρεις οὐκ ἠμέλει, ἀλλ᾽ ἐθάμιζεν ἐς αὐτὰς ἐπιδείξεων ἕνεκα καὶ τοῦ μὴ ἀγνοεῖσθαι. βελτίων δὲ κἀκεῖνα ἐφαίνετο ὑπὸ τοῦ καὶ μετὰ τὸ πεπαῦσθαι τοῦ παιδεύειν ἀεὶ σπουδάζειν. ἱππόδρομος μὲν γὰρ δὴ πλεῖστα μὲν ἐξέμαθεν Ἑλλήνων τῶν γε μετὰ τὸν Καππαδόκην Ἀλέξανδρον μνήμην εὐτυχησάντων, πλεῖστα δὲ ἀνέγνω [p. 118] μετά γε Ἀμμώνιον τὸν ἀπὸ τοῦ Περιπάτου, ἐκείνου γὰρ πολυγραμματώτερον ἄνδρα οὔπω ἔγνων. μελέτης δὲ Ἱππόδρομος οὔτε ἐν ἀγρῷ διαιτώμενος ἠμέλει οὔτε ὁδοιπορῶν οὔτε ἐν Θετταλίᾳ, ἀλλὰ καὶ κρεῖττον ὄλβου κτῆμα ἐκάλει αὐτὴν ἐκ τῶν Εὐριπίδου τε ὕμνων καὶ Ἀμφίονος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: