previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



ἀκροατὴς Ἀντίοχος ἐν παισὶ μὲν Δαρδάνου τοῦ Ἀσσυρίου, προιὼν δὲ ἐς τὰ μειράκια Διονυσίου ἐγένετο τοῦ Μιλησίου κατέχοντος ἤδη τὴν Ἐφεσίων. διελέγετο μὲν οὖν οὐκ ἐπιτηδείωςφρονιμώτατος δ᾽ ἀνθρώπων γενόμενος διέβαλλεν αὐτὸ ὡς μειρακιῶδες, ἵνα ὑπερεωρακὼς αὐτοῦ μᾶλλον ἀπολειπόμενος φαίνοιτοτὰ δὲ ἀμφὶ μελέτην ἐλλογιμώτατος: ἀσφαλὴς μὲν γὰρ ἐν ταῖς κατὰ σχῆμα προηγμέναις τῶν ὑποθέσεων, σφοδρὸς δὲ ἐν ταῖς κατηγορίαις καὶ ἐπιφοραῖς, εὐπρεπὴς δὲ τὰς ἀπολογίας καὶ τῷ ἠθικῷ ἰσχύων, καὶ καθάπαξ τῆν ἰδέαν τοῦ λόγου δικανικῆς μὲν σοφιστικώτερος, σοφιστικῆς δὲ δικανικώτερος. καὶ τὰ πάθη ἄριστα σοφιστῶν μετεχειρίσατο, οὐ γὰρ μονῳδίας ἀπεμήκυνεν, οὐδὲ θρήνους ὑποκειμένους, ἀλλ᾽ ἐβραχυλόγει αὐτὰ ξὺν διανοίαις λόγου κρείττοσιν, ὡς ἔκ τε τῶν ἄλλων ὑποθέσεων δηλοῦται καὶ μάλιστα ἐκ τῶνδε: κόρη [p. 76] βιασθεῖσα θάνατον ᾕρηται τοῦ βιασαμένου: μετὰ ταῦτα γέγονε παιδίον ἐκ τῆς βίας καὶ διαμιλλῶνται οἱ πάπποι, παρ᾽ ὁποτέρῳ τρέφοιτο τὸ παιδίον. ἀγωνιζόμενος οὖν ὑπὲρ τοῦ πρὸς πατρὸς πάππουἀπόδοςἔφητὸ παιδίον, ἀπόδος ἤδη, πρὶν γεύσηται μητρῴου γάλακτος.’ δὲ ἑτέρα ὑπόθεσις τοιαύτη: τύραννον καταθέμενον τὴν ἀρχὴν ἐπὶ τῷ ἐκλελύσθαι ἀπέκτεινέ τις εὐνοῦχος ὑπ᾽ αὐτοῦ γεγονὼς καὶ ἀπολογεῖται ὑπὲρ τοῦ φόνου. ἐνταῦθα τὸ μάλιστα ἐρρωμένον τῆς κατηγορίας τὸν περὶ τῶν σπονδῶν λόγον ἀπεώσατο περίνοιαν ἐγκαταμίξας τῷ πάθει: ‘τίσι γὰρἔφηταῦτα ὡμολόγησε; παισὶ γυναίοις μειρακίοις πρεσβύταις ἀνδράσιν: ἐγὼ δὲ ὄνομα ἐν ταῖς συνθήκαις οὐκ ἔχω.’ ἄριστα δὲ καὶ ὑπὲρ τῶν Κρητῶν ἀπολελόγηται τῶν κρινομένων ἐπὶ τῷ τοῦ Διὸς σήματι φυσιολογίᾳ τε καὶ θεολογίᾳ πάσῃ ἐναγωνισάμενος λαμπρῶς. τὰς μὲν οὖν μελέτας αὐτοσχεδίους ἐποιεῖτο, ἔμελε δὲ αὐτῷ καὶ φροντισμάτων, ὡς ἕτερά τε δηλοῖ τῶν ἐκείνου καὶ μάλιστα ἱστορία, ἐπίδειξιν γὰρ ἐν αὐτῇ πεποίηται λέξεώς τε καὶ ῥητορείας, ἐσποιῶν ἑαυτὸν καὶ τῷ φιλοκαλεῖν. περὶ δὲ τῆς τελευτῆς τοῦ ἀνδρός, οἱ μὲν ἑβδομηκοντούτην τεθνάναι αὐτόν, οἱ δὲ οὔπω, καὶ οἱ μὲν οἴκοι, οἱ δὲ ἑτέρωθι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: