previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Ξυνελάμβανε δὲ τῷ Ἑρμοκράτει τῶν ἐπιδείξεων [p. 112] πρῶτον μὲν τὸ τοῦ πάππου κλέος, γὰρ φύσις ἀνθρωπεία τὰς ἀρετὰς ἀσπάζεται μᾶλλον τὰς ἐκ πατέρων ἐς παῖδας διαδοθείσας, ὅθεν εὐκλεέστερος μὲν Ὀλυμπιονίκης ἐξ Ὀλυμπιονικῶν οἴκου, γενναιότερος δὲ στρατιώτης μὴ ἀστρατεύτων ἡδίους τε τῶν ἐπιτηδεύσεων αἱ πατέρων τε καὶ προγόνων οἴκου, καὶ τέχναι βελτίους αἱ κληρονομούμεναι, ξυνελάμβανε δὲ αὐτῷ καὶ ὥρα περὶ τῷ εἴδει, καὶ γὰρ ἐπίχαρις καὶ ἀγαλματίας, οἷα ἔφηβοι, καὶ τὸ θάρσος δὲ τοῦ μειρακίου τὸ ἐν τοῖς πλήθεσιν ἔκπληξιν ἐς τοὺς πολλοὺς ἔφερεν, ἣν ἐκπλήττονται ἄνθρωποι τοὺς τὰ μεγάλα μὴ ξὺν ἀγωνίᾳ πράττοντας. ἐδίδου τι καὶ εὔροια καὶ τῆς γλώττης κρότος καὶ τὸ ἐν στιγμῇ τοῦ καιροῦ ξυνορᾶν τὰς ὑποθέσεις καὶ τὰ ἀναγιγνωσκόμενά τε καὶ λεγόμενα παλαιότερα ὄντα νέῳ γε ἐνθυμηθῆναι καὶ ἑρμηνεῦσαι. αἱ μὲν δὴ μελέται τοῦ Ἑρμοκράτους ὀκτώ που ἴσως δέκα καί τις λόγος οὐ μακρός, ὃν ἐν Φωκαίᾳ διῆλθεν ἐν τῷ Πανιωνίῳ κρατῆρι. ἐμοὶ δὲ ἀποπεφάνθω μὴ ἄν τινα ὑπερφωνῆσαι τὴν μειρακίου τούτου γλῶτταν, εἰ μὴ ἀφῃρέθη τὸ παρελθεῖν ἐς ἄνδρας φθόνῳ ἁλούς. ἐτελεύτα δὲ κατ᾽ ἐνίους μὲν ὀκτὼ καὶ εἴκοσι γεγονώς, ὡς δὲ ἔνιοι, πέντε καὶ εἴκοσι, καὶ ἐδέξατο αὐτὸν πατρῴα γῆ καὶ αἱ πατρῷαι θῆκαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: