previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



τὰ δὲ ἐκ βασιλέων αὐτῷ τοιαῦτα: Τραιανὸς μὲν αὐτοκράτωρ ἀτελῆ πορεύεσθαι διὰ γῆς καὶ θαλάττης, Ἀδριανὸς δὲ καὶ τοῖς ἀπ᾽ αὐτοῦ πᾶσιν, ῾ἐγ̓κατέλεξε δὲ αὐτὸν καὶ τῷ τοῦ Μουσείου κύκλῳ ἐς τὴν Αἰγυπτίαν σίτησιν, ἐπί τε τῆς Ῥώμης ἀπαιτουμένου πέντε καὶ εἴκοσι μυριάδας ὑπεραπέδωκε ταῦτα τὰ χρήματα οὔτε εἰπόντος, ὡς δέοιτο, οὔτε προειπών, ὡς δώσοι. αἰτιωμένης δὲ αὐτὸν τῆς Σμύρνης, ὡς πολλὰ τῶν ἐπιδοθέντων σφίσιν ἐκ βασιλέως χρημάτων ἐς τὸ ἑαυτοῦ ἡδὺ καταθέμενον ἔπεμψεν αὐτοκράτωρ ἐπιστολὴν ὧδε ξυγκειμένην: ‘πολέμων τῶν ἐπιδοθέντων ὑμῖν χρημάτων ὑπ᾽ ἐμοῦ ἐμοὶ τοὺς λογισμοὺς ἔδωκεν.’ ταῦτα δὲ εἰ καὶ συγγνώμην ἐρεῖ τις, οὐκ ἦν δήπου συγγνώμην αὐτὸν τὴν ἐπὶ τοῖς χρήμασι μὴ οὐκ ἐς τὸ προὖχον τῆς ἄλλης ἀρετῆς εὑρέσθαι. τὸ δὲ Ἀθήνησιν Ὀλύμπιον δι᾽ ἑξήκοντα καὶ πεντακοσίων ἐτῶν ἀποτελεσθὲν καθιερώσας αὐτοκράτωρ, ὡς χρόνου μέγα ἀγώνισμα, ἐκέλευσε καὶ τὸν Πολέμωνα ἐφυμνῆσαι τῇ θυσίᾳ. δέ, ὥσπερ εἰώθει, στήσας τοὺς ὀφθαλμοὺς ἐπὶ τὰς ἤδη παρισταμένας ἐννοίας ἐπαφῆκεν ἑαυτὸν τῷ λόγῳ καὶ ἀπὸ τῆς κρηπῖδος τοῦ νεὼ διελέχθη πολλὰ καὶ θαυμάσια, προοίμιον ποιούμενος τοῦ λόγου τὸ μὴ ἀθεεὶ τὴν περὶ αὐτοῦ ὁρμὴν γενέσθαι οἱ. διήλλαξε δὲ αὐτῷ καὶ τὸν ἑαυτοῦ παῖδα Ἀντωνῖνον αὐτοκράτωρ ἐν τῇ τοῦ σκήπτρου παραδόσει θεὸς ἐκ θνητοῦ γιγνόμενος. τουτὶ δὲ ὁποῖον, ἀνάγκη δηλῶσαι: ἦρξε μὲν γὰρ δὴ πάσης ὁμοῦ Ἀσίας Ἀντωνῖνος, καὶ κατέλυσεν ἐν τῇ τοῦ Πολέμωνος οἰκίᾳ ὡς ἀρίστῃ τῶν κατὰ τὴν [p. 45] Σμύρναν καὶ ἀρίστου ἀνδρός, νύκτωρ δὲ ἐξ ἀποδημίας ἥκων Πολέμων ἐβόα ἐπὶ θύραις, ὡς δεινὰ πάσχοι τῶν ἑαυτοῦ εἰργόμενος, εἶτα συνηνάγκασε τὸν Ἀντωνῖνον ἐς ἑτέραν οἰκίαν μετασκευάσασθαι. ταῦτα ἐγίγνωσκε μὲν αὐτοκράτωρ, ἠρώτα δὲ ὑπὲρ αὐτῶν οὐδέν, ὡς μὴ ἀναδέροιτο, ἀλλ᾽ ἐνθυμηθεὶς τὰ μετ᾽ αὐτὸν καὶ ὅτι πολλάκις καὶ τὰς ἡμέρους ἐκκαλοῦνται φύσεις οἱ προσκείμενοί τε καὶ παροξύνοντες, ἔδεισε περὶ τῷ Πολέμωνι, ὅθεν ἐν ταῖς ὑπὲρ τῆς βασιλείας διαθήκαιςκαὶ Πολέμων σοφιστὴςἔφηξύμβουλος τῆς διανοίας ἐμοὶ ταύτης ἐγένετο,’ τῷ καὶ χάριν ὡς εὐεργέτῃ πράττειν τὴν συγγνώμην ἐκ περιουσίας ἑτοιμάζων. καὶ Ἀντωνῖνος ἠστείζετο μὲν πρὸς τὸν Πολέμωνα περὶ τῶν κατὰ τὴν Σμύρναν ἐνδεικνύμενός που τὸ μὴ ἐκλελῆσθαι, ταῖς δὲ ἑκάστοτε τιμαῖς ἐπὶ μέγα ἦρεν ἐγγυώμενός που τὸ μὴ μεμνῆσθαι. ἠστείζετο δὲ τάδε: ἐς τὴν πόλιν ἥκοντος τοῦ Πολέμωνος περιβαλὼν αὐτὸν ἈντωνῖνοςδότεἔφηΠολέμωνι καταγωγήν, καὶ μηδεὶς αὐτὸν ἐκβάλῃ.’ ὑποκριτοῦ δὲ τραγῳδίας ἀπὸ τῶν κατὰ τὴν Ἀσίαν Ὀλυμπίων, οἷς ἐπεστάτει Πολέμων, ἐφιέναι φήσαντος, ἐξελαθῆναι γὰρ παρ᾽ αὐτοῦ κατ᾽ ἀρχὰς τοῦ δράματος, ἤρετο αὐτοκράτωρ τὸν ὑποκριτήν, πηνίκα εἴη, ὅτε τῆς σκηνῆς ἠλάθη, τοῦ δὲ εἰπόντος, ὡς μεσημβρία τυγχάνοι οὖσα, μάλα ἀστείως αὐτοκράτωρἐμὲ δὲεἶπενἀμφὶ μέσας νύκτας ἐξήλασε τῆς οἰκίας, καὶ οὐκ ἐφῆκα.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: