previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



ἐχέτω μοι καὶ ταῦτα δήλωσιν βασιλέως τε πρᾴου καὶ ἀνδρὸς ὑπέρφρονος. ὑπέρφρων γὰρ δὴ οὕτω τι Πολέμων, ὡς πόλεσι μὲν ἀπὸ τοῦ προὔχοντος, δυνασταῖς δὲ ἀπὸ τοῦ μὴ ὑφειμένου, θεοῖς [p. 46] δὲ ἀπὸ τοῦ ἴσου διαλέγεσθαι. Ἀθηναίοις μὲν γὰρ ἐπιδεικνύμενος αὐτοσχεδίους λόγους, ὅτε καὶ πρῶτον Ἀθήναζε ἀφίκετο, οὐκ ἐς ἐγκώμια κατέστησεν ἑαυτὸν τοῦ ἄστεος, τοσούτων ὄντων, τις ὑπὲρ Ἀθηναίων ἂν εἴποι, οὐδ᾽ ὑπὲρ τῆς ἑαυτοῦ δόξης ἐμακρηγόρησε, καίτοι καὶ τῆς τοιᾶσδε ἰδέας ὠφελούσης τοὺς σοφιστὰς ἐν ταῖς ἐπιδείξεσιν, ἀλλ᾽ εὖ γιγνώσκων, ὅτι τὰς Ἀθηναίων φύσεις ἐπικόπτειν χρὴ μᾶλλον ἐπαίρειν διελέχθη ὧδε: ‘φασὶν ὑμᾶς, Ἀθηναῖοι, σοφοὺς εἶναι ἀκροατὰς λόγων: εἴσομαι.’ ἀνδρὸς δέ, ὃς ἦρχε μὲν Βοσπόρου, πᾶσαν δὲ Ἑλληνικὴν παίδευσιν ἥρμοστο, καθ᾽ ἱστορίαν τῆς Ἰωνίας ἐς τὴν Σμύρναν ἥκοντος οὐ μόνον οὐκ ἔταξεν ἑαυτὸν ἐν τοῖς θεραπεύουσιν, ἀλλὰ καὶ δεομένου ξυνεῖναί οἱ θαμὰ ἀνεβαλλετο, ἕως ἠνάγκασε τὸν βασιλέα ἐπὶ θύρας ἀφικέσθαι ἀπάγοντα μισθοῦ δέκα τάλαντα. ἥκων δὲ ἐς τὸ Πέργαμον, ὅτε δὴ τὰ ἄρθρα ἐνόσει, κατέδαρθε μὲν ἐν τῷ ἱερῷ, ἐπιστάντος δὲ αὐτῷ τοῦ Ἀσκληπιοῦ καὶ προειπόντος ἀπέχεσθαι ψυχροῦ ποτοῦ Πολέμωνβέλτιστε,’ εἶπενεἰ δὲ βοῦν ἐθεράπευες;’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: