previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



ἐπεὶ δὲ Ἀθήνησιν ἐγένετο, ποιεῖται αὐτὸν ξένον Ἡρώδου τοῦ σοφιστοῦ πατὴρ Ἀττικὸς θαυμάζων ἐπὶ ῥητορικῇ μᾶλλον τὸν Γοργίαν ποτὲ Θετταλοί. ὁπόσοι γοῦν τῶν πάλαι ῥητόρων ἑρμαῖ ἦσαν ἐν τοῖς τῆς οἰκίας δρόμοις, ἐκέλευε τούτους βάλλεσθαι λίθοις, ὡς διεφθορότας αὐτῷ τὸν υἱόν. μειράκιον μὲν δὴ ἐτύγχανεν ὢν Ἡρώδης τότε καὶ ὑπὸ τῷ πατρὶ ἔτι, τοῦ δὲ αὐτοσχεδιάζειν ἤρα μόνου, οὐ μὴν ἐθάρρει γε αὐτό, οὐδὲ γὰρ τῷ Σκοπελιανῷ ξυγγεγονὼς ἦν ἐς ἐκεῖνό πω τοῦ χρόνου, οὐδ᾽ ἥτις τῶν αὐτοσχεδίων ὁρμὴ γιγνώσκων, ὅθεν ἀσμένῳ οἱ ἐγένετο ἐπιδημία τοῦ ἀνδρός: ἐπειδὴ γὰρ λέγοντος ἤκουσε καὶ διατιθεμένου τὸν αὐτοσχέδιον, ἐπτερώθη ὑπ᾽ αὐτοῦ καὶ ἡτοιμάσθη, καὶ τὸν πατέρα δὲ ἧσαι διανοηθεὶς ἀπαγγέλλει οἱ μελέτην ἐς τὴν ἰδέαν τοῦ ξένου. πατὴρ δὲ ἠγάσθη τε αὐτὸν τῆς μιμήσεως καὶ πεντακόσια. ἔδωκεν αὐτῷ τάλαντα, ἔδωκε δὲ καὶ αὐτῷ τῷ Σκοπελιανῷ πεντεκαίδεκα, δέ, ὅσαπερ πατήρ, τοσαῦτα ἀπὸ τῆς ἑαυτοῦ δωρεᾶς προσέδωκεν αὐτῷ, ἔτι καὶ διδάσκαλον ἑαυτοῦ προσειπών. τουτὶ δὲ συνιέντι Ἡρώδου καὶ τῶν τοῦ Πακτωλοῦ πηγῶν ἥδιον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: