previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


γ


ὀνομαστὸς ἐν σοφισταῖς καὶ Ἀριστοκλῆς ἐκ τοῦ Περγάμου, ὑπὲρ οὗ δηλώσω, ὁπόσα τῶν πρεσβυτέρων ἤκουον: ἐτέλει μὲν γὰρ ἐς ὑπάτους ἀνὴρ οὗτος, τὸν δὲ ἐκ παίδων ἐς ἥβην χρόνον τοὺς ἀπὸ τοῦ Περιπάτου φιλοσοφήσας λόγους ἐς τοὺς σοφιστὰς μετερρύη θαμίζων ἐν τῇ Ῥώμῃ τῷ Ἡρώδῃ διατιθεμένῳ σχεδίους λόγους. ὃν δὲ ἐφιλοσόφει χρόνον αὐχμηρὸς δοκῶν καὶ τραχὺς τὸ εἶδος καὶ δυσπινὴς τὴν ἐσθῆτα ἥβρυνε καὶ τὸν αὐχμὸν ἀπετρίψατο ἡδονάς τε, ὁπόσαι λυρῶν τε καὶ αὐλῶν καὶ εὐφωνίας εἰσί, πάσας ἐσηγάγετο ἐπὶ τὴν δίαιταν, ὥσπερ ἐπὶ θύρας αὐτῷ ἡκούσας, τὸν γὰρ πρὸ τοῦ χρόνον οὕτω κεκολασμένος ἀτάκτως ἐς τὰ θέατρα ἐφοίτα καὶ ἐπὶ τὴν τούτων ἠχώ. εὐδοκιμοῦντι δὲ αὐτῷ κατὰ τὸ Πέργαμον κἀξηρτημένῳ πᾶν τὸ ἐκείνῃ Ἑλληνικὸν ἐξελαύνων Ἡρώδης ἐς Πέργαμον ἔπεμψε τοὺς ἑαυτοῦ ὁμιλητὰς πάντας καὶ τὸν Ἀριστοκλέα ἦρεν, ὥσπερ τις Ἀθηνᾶς ψῆφος. δὲ ἰδέα τοῦ λόγου διαυγὴς μὲν καὶ ἀττικίζουσα, διαλέγεσθαι δὲ ἐπιτηδεία μᾶλλον ἀγωνίζεσθαι, χολή τε γὰρ ἄπεστι τοῦ λόγου καὶ ὁρμαὶ πρὸς βραχὺ αὐτή τε ἀττίκισις, εἰ παρὰ τὴν τοῦ Ἡρώδου γλῶτταν βασανίζοιτο, λεπτολογεῖσθαι δόξει μᾶλλον κρότου τε καὶ ἠχοῦς ξυγκεῖσθαι. ἐτελεύτα δὲ Ἀριστοκλῆς μεσαιπόλιος, ἄρτι προσβαίνων τῷ γηράσκειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: