previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ε


Ἀλεξάνδρῳ δέ, ὃν Πηλοπλάτωνα οἱ πολλοὶ ἐπωνόμαζον, πατρὶς μὲν ἦν Σελεύκεια πόλις οὐκ ἀφανὴς ἐν Κιλικίᾳ, πατὴρ δὲ ὁμώνυμος καὶ τοὺς ἀγοραίους λόγους ἱκανώτατος, μήτηρ δὲ περιττὴ τὸ εἶδος, ὡς αἱ γραφαὶ ἑρμηνεύουσι, καὶ προσφερὴς τῇ τοῦ Εὐμήλου Ἑλένῃ: Εὐμήλῳ γάρ τις Ἑλένη γέγραπται οἵα ἀνάθεμα εἶναι τῆς Ῥωμαίων ἀγορᾶς. [p. 77] ἐρασθῆναι τῆς γυναικὸς ταύτης καὶ ἑτέρους μέν, ἐπιδήλως δὲ Ἀπολλώνιόν φασι τὸν Τυανέα, καὶ τοὺς μὲν ἄλλους ἀπαξιῶσαι, τῷ δὲ Ἀπολλωνίῳ ξυγγενέσθαι δἰ ἔρωτα εὐπαιδίας, ἐπειδὴ θειότερος ἀνθρώπων. τοῦτο μὲν δὴ ὁπόσοις τρόποις ἀπίθανον, εἴρηται σαφῶς ἐν τοῖς ἐς Ἀπολλώνιον. θεοειδὴς δὲ Ἀλέξανδρος καὶ περίβλεπτος ξὺν ὥρᾳ, γενειάς τε γὰρ ἦν αὐτῷ βοστρυχώδης καὶ καθειμένη τὸ μέτριον ὄμμα τε ἁβρὸν καὶ μέγα καὶ ῥὶς ξύμμετρος καὶ ὀδόντες λευκότατοι δάκτυλοί τε εὐμήκεις καὶ τῇ τοῦ λόγου ἡνίᾳ ἐπιπρέποντες. ἦν δὲ αὐτῷ καὶ πλοῦτος δαπανώμενος ἐς ἡδονὰς οὐ μεμπτάς.


ἐς δὲ ἄνδρας ἥκων ἐπρέσβευε μὲν ὑπὲρ τῆς Σελευκείας παρὰ τὸν Ἀντωνῖνον, διαβολαὶ δὲ ἐπ᾽ αὐτὸν ἐφοίτησαν, ὡς νεότητα ἐπιποιοῦντα τῷ εἴδει. ἧττον δὲ αὐτῷ προσέχειν δοκοῦντος τοῦ βασιλέως ἐπάρας τὴν φωνὴν Ἀλέξανδροςπρόσεχέ μοι’, ἔφηΚαῖσαρ.’ καὶ αὐτοκράτωρ παροξυνθεὶς πρὸς αὐτὸν ὡς θρασυτέρᾳ τῇ ἐπιστροφῇ χρησάμενονπροσέχωἔφηκαὶ ξυνίημί σου: σὺ γὰρἔφη τὴν κόμην ἀσκῶν καὶ τοὺς ὀδόντας λαμπρύνων καὶ τοὺς ὄνυχας ξέων καὶ τοῦ μύρου ἀεὶ πνέων.’ Τὸν μὲν δὴ πλεῖστον τοῦ βίου τῇ τε Ἀντιοχείᾳ ἐνεσπούδαζε καὶ τῇ Ῥώμῃ καὶ τοῖς Ταρσοῖς καὶ νὴ Δία Αἰγύπτῳ πάσῃ, ἀφίκετο γὰρ καὶ ἐς τὰ τῶν


γυμνῶν ἤθη. αἱ δὲ Ἀθήνησι διατριβαὶ τοῦ ἀνδρὸς ὀλίγαι μέν, οὐκ ἄξιαι δὲ ἀγνοεῖσθαι. ἐβάδιζε μὲν γὰρ ἐς τὰ Παιονικὰ ἔθνη μετακληθεὶς ὑπὸ Μάρκου βασιλέως ἐκεῖ στρατεύοντος καὶ δεδωκότος αὐτῷ τὸ ἐπιστέλλειν Ἕλλησιν, ἀφικόμενος δὲ ἐς τὰς Ἀθήνας, ὁδοῦ δὲ μῆκος τοῦτο οὐ μέτριον τῷ ἐκ τῆς ἑῴας ἐλαύνοντι, ‘ἐνταῦθαἔφηγόνυ κάμψωμεν.’ καὶ [p. 78] εἰπὼν τοῦτο ἐπήγγειλε τοῖς Ἀθηναίοις αὐτοσχεδίους λόγους ἐρῶσιν αὐτοῦ τῆς ἀκροάσεως. ἀκούων δὲ τὸν Ἡρώδην ἐν Μαραθῶνι διαιτώμενον καὶ τὴν νεότητα ἐπακολουθοῦσαν αὐτῷ πᾶσαν γράφει πρὸς αὐτὸν ἐπιστολὴν αἰτῶν τοὺς Ἕλληνας, καὶ Ἡρώδηςἀφίξομαιἔφημετὰ τῶν Ἑλλήνων καὶ αὐτός.’ ξυνελέγοντο μὲν δὴ ἐς τὸ ἐν τῷ Κεραμεικῷ θέατρον, δὴ ἐπωνόμασται Ἀγριππεῖον, προιούσης δὲ ἤδη τῆς ἡμέρας καὶ τοῦ Ἡρώδου βραδύνοντος ἤσχαλλον οἱ Ἁθηναῖοι ὡς ἐκλυομένης τῆς ἀκροάσεως καὶ τέχνην αὐτὸ ᾤοντο, ὅθεν ἀνάγκη τῷ Ἀλεξάνδρῳ ἐγένετο παρελθεῖν ἐπὶ τὴν διάλεξιν καὶ πρὶν ἥκειν τὸν Ἡρώδην. μὲν δὴ διάλεξις ἔπαινοι ἦσαν τοῦ ἄστεος καὶ ἀπολογία πρὸς τοὺς Ἀθηναίους ὑπὲρ τοῦ μήπω πρότερον παρ᾽ αὐτοὺς ἀφῖχθαι, εἶχε δὲ καὶ τὸ ἀποχρῶν μῆκος, Παναθηναικοῦ γὰρ λόγου ἐπιτομῇ εἴκαστο. εὐσταλὴς δὲ οὕτω τοῖς Ἀθηναίοις ἔδοξεν, ὡς καὶ βόμβον διελθεῖν αὐτῶν ἔτι σιωπῶντος ἐπαινεσάντων αὐτοῦ τὸ εὔσχημον. μὲν δὴ νενικηκυῖα ὑπόθεσις τοὺς Σκύθας ἐπανάγων ἐς τὴν προτέραν πλάνην, ἐπειδὴ πόλιν οἰκοῦντες νοσοῦσι, καιρὸν δ᾽ ἐπισχὼν βραχὺν ἀνεπήδησε τοῦ θρόνου φαιδρῷ τῷ προσώπῳ, καθάπερ εὐαγγέλια ἐπάγων τοῖς ἀκροωμένοις ὧν εἰπεῖν ἔχοι. προιόντος δὲ αὐτῷ τοῦ λόγου ἐπέστη Ἡρώδης Ἀρκάδι πίλῳ τὴν κεφαλὴν σκιάζων, ὡς ἐν ὥρᾳ θέρους εἰώθει Ἀθήνησιν, ἴσως δέ που καὶ ἐνδεικνύμενος αὐτῷ τὸ ἐκ τῆς ὁδοῦ ἥκειν. καὶ Ἀλέξανδρος ἔνθεν ἑλὼν διελέχθη μὲν ἐς τὴν παρουσίαν τοῦ ἀνδρὸς ὑποσέμνῳ τῇ λέξει καὶ ἠχούσῃ, ἐπ᾽ αὐτῷ δὲ ἔθετο, εἴτε βούλοιτο τῆς ἤδη σπουδαζομένης ὑποθέσεως ἀκροᾶσθαι, εἴτε ἑτέραν αὐτὸς δοῦναι. τοῦ δὲ Ἡρώδου ἀναβλέψαντος ἐς [p. 79] τοὺς ἀκροωμένους καὶ εἰπόντος, ὡς ποιήσοι, ὅπερ ἂν ἐκείνοις δόξῃ, πάντες ξυνεπένευσαν ἐς τὴν τῶν Σκυθῶν ἀκρόασιν, καὶ γὰρ δὴ καὶ λαμπρῶς διῄει τὸν ἀγῶνα, ὡς δηλοῖ τὰ εἰρημένα. θαυμασίαν δὲ ἰσχὺν ἐνεδείξατο καὶ ἐν τοῖσδε: τὰς γὰρ διανοίας τὰς πρὶν ἥκειν τὸν Ἡρώδην λαμπρῶς αὐτῷ εἰρημένας μετεχειρίσατο ἐπιστάντος οὕτω τι ἑτέρᾳ λέξει καὶ ἑτέροις ῥυθμοῖς, ὡς τοῖς δεύτερον ἀκροωμένοις μὴ διλογεῖν δόξαι. τὸ γοῦν εὐδοκιμώτατα τῶν πρὶν ἐπιστῆναι τὸν Ἡρώδην εἰρημένωνἑστὸς καὶ τὸ ὕδωρ νοσεῖμετὰ ταῦτα ἐπιστάντος ἑτέρᾳ δυνάμει μεταλαβὼνκαὶ ὑδάτωνεἶπενἡδίω τὰ πλανώμενα.’ κἀκεῖνα τῶν Ἀλεξάνδρου Σκυθῶν: ‘καὶ πηγνυμένου μὲν Ἴστρου πρὸς μεσημβρίαν ἤλαυνον, λυομένου δὲ ἐχώρουν πρὸς ἄρκτον ἀκέραιος τὸ σῶμα καὶ οὐχ ὥσπερ νυνὶ κείμενος. τί γὰρ ἂν πάθοι δεινὸν ἄνθρωπος ταῖς ὥραις ἑπόμενος;’ ἐπὶ τελευτῇ δὲ τοῦ λόγου διαβάλλων τὴν πόλιν ὡς πνιγηρὸν οἰκητήριον τὸ ἐπὶ πᾶσιν ὧδε ἀνεφθέγξατο: ‘ἀλλ᾽ ἀναπέτασον τὰς πύλας, ἀναπνεῦσαι θέλω.’ προσδραμὼν δὲ τῷ Ἡρώδῃ καὶ περισχὼν αὐτὸνἀντεφεστίασόν μεἔφη, καὶ Ἡρώδηςτί δὲ οὐ μέλλωεἶπενλαμπρῶς οὕτως ἑστιάσαντα’; διαλυθείσης δὲ τῆς ἀκροάσεως καλέσας Ἡρώδης τῶν ἑαυτοῦ γνωρίμων τοὺς ἐν ἐπιδόσει ἠρώτα, ποῖός τις αὐτοῖς ο σοφιστὴς φαίνοιτο, Σκέπτου δὲ τοῦ ἀπὸ τῆς Κορίνθου τὸν μὲν πηλὸν εὑρηκέναι φήσαντος, τὸν δὲ Πλάτωνα ζητεῖν, ἐπικόπτων αὐτὸν Ἡρώδηςτουτὶἔφηπρὸς μηδένα εἴπῃς ἕτερον, σεαυτὸν γὰρἔφηδιαβαλεῖς ὡς ἀμαθῶς κρίνοντα, ἐμοὶ δὲ ἕπου [p. 80] μᾶλλον ἡγουμένῳ αὐτὸν Σκοπελιανὸν νήφοντα.’ ταυτὶ δὲ Ἡρώδης ἐχαρακτήριζε καθεωρακὼς τὸν ἄνδρα κεκραμένην ἑρμηνείαν ἐφαρμόζοντα τῇ περὶ τὰς σοφιστικὰς ἐννοίας τόλμῃ. ἐπιδεικνύμενος δὲ τῷ Ἀλεξάνδρῳ τήν τε ἠχὼ τῆς διαλέξεως προσῆρεν, ἐπειδὴ ἐγίγνωσκε τούτῳ καὶ μάλιστα χαίροντα αὐτὸν τῷ τόνῳ, ῥυθμούς τε ποικιλωτέρους αὐλοῦ καὶ λύρας ἐσηγάγετο ἐς τὸν λόγον, ἐπειδὴ πολὺς αὐτῷ καὶ περὶ τὰς ἐξαλλαγὰς ἔδοξεν. δὲ σπουδασθεῖσα ὑπόθεσις οἱ ἐν Σικελίᾳ τρωθέντες ἦσαν αἰτοῦντες τοὺς ἀπανισταμένους ἐκεῖθεν Ἀθηναίους τὸ ὑπ᾽ αὐτῶν ἀποθνήσκειν. ἐπὶ ταύτης τῆς ὑποθέσεως τὸ θρυλούμενον ἐκεῖνο ἱκέτευσεν ἐπιτέγξας τοὺς ὀφθαλμοὺς δακρύοιςναὶ Νικία, ναὶ πάτερ, οὕτως Ἀθήνας ἴδοις’, ἐφ᾽ τὸν Ἀλέξανδρόν φασιν ἀναβοῆσαι: ‘ Ἡρώδη, τεμάχιά σου ἐσμὲν οἱ σοφισταὶ πάντες,’ καὶ τὸν Ἡρώδην ὑπερησθέντα τῷ ἐπαίνῳ καὶ τῆς ἑαυτοῦ φύσεως γενόμενον δοῦναί οἱ δέκα μὲν σκευοφόρα, δέκα δὲ ἵππους, δέκα δὲ οἰνοχόους, δέκα δὲ σημείων γραφέας, τάλαντα δὲ εἴκοσι χρυσοῦ, πλεῖστον δὲ ἄργυρον, δύο δὲ ἐκ Κολλυτοῦ παιδία ψελλιζόμενα, ἐπειδὴ ἤκουεν αὐτὸν χαίροντα νέαις φωναῖς. τοιαῦτα μὲν οὖν αὐτῷ τὰ Ἀθήνησιν.


ἐπεὶ δὲ καὶ ἑτέρων σοφιστῶν ἀπομνημονεύματα παρεθέμην, δηλούσθω καὶ Ἀλέξανδρος ἐκ πλειόνων, οὐδὲ γὰρ ἐς πλῆρές πω τῆς ἑαυτοῦ δόξης ἀφῖκται παρὰ τοῖς Ἕλλησιν. ὡς μὲν δὴ σεμνῶς τε καὶ ξὺν ἡδονῇ διελέγετο, δηλοῦσι τῶν διαλέξεων αἵδε: ‘Μαρσύας ἤρα Ὀλύμπου καὶ Ὄλυμπος τοῦ αὐλεῖνκαὶ πάλινἈραβία γῆ δένδρα πολλά, πεδία κατάσκια, γυμνὸν οὐδέν, [p. 81] φυτὰ γῆ, τὰ ἄνθη. οὐδὲ φύλλον Ἀράβιον ἐκβαλεῖς, οὐδὲ κάρφος ἀπορρίψεις οὐδὲν ἐκεῖ φυέν, τοσοῦτον γῆ περὶ τοὺς ἱδρῶτας εὐτυχεῖ’. καὶ πάλινἀνὴρ πένης ἀπ᾽ Ἰωνίας, δὲ Ἰωνία Ἕλληνές εἰσιν οἰκήσαντες ἐν τῇ βαρβάρων.’ τὴν δὲ ἰδέαν ταύτην διατωθάζων Ἀντίοχος καὶ διαπτύων αὐτὸν ὡς τρυφῶντα ἐς τὴν τῶν ὀνομάτων ὥραν, παρελθὼν ἐς τὴν Ἀντιόχειαν διελέχθη ὧδε: ‘Ἰωνίαι Λυδίαι Μαρσύαι μωρίαι, δότε προβλήματα.’ τὰ δὲ ἐν τῇ μελέτῃ πλεονεκτήματα δεδήλωται μὲν καὶ ἐπὶ τούτων, δηλούσθω δὲ καὶ ἐπ᾽ ἄλλων ὑποθέσεων: διεξιὼν μὲν γὰρ τὸν Περικλέα τὸν κελεύοντα ἔχεσθαι τοῦ πολέμου καὶ μετὰ τὸν χρησμόν, ἐν καὶ καλούμενος καὶ ἄκλητος Πύθιος ἔφη τοῖς Λακεδαιμονίοις συμμαχήσειν, ὧδε ἀπήντησε τῷ χρησμῷ: ‘ἀλλ᾽ ὑπισχνεῖταί,’ φησι, ‘τοῖς Λακεδαιμονίοις βοηθήσειν Πύθιος: ψεύδεται: οὕτως αὐτοῖς καὶ Τεγέαν ἐπηγγείλατο. διεξιὼν δὲ τὸν ξυμβουλεύοντα τῷ Δαρείῳ ζεῦξαι τὸν Ἴστρον: ‘ὑπορρείτω σοι Σκυθῶν Ἴστρος, κἂν εὔρους τὴν στρατιὰν διαγάγῃ, τίμησον αὐτὸν ἐξ αὐτοῦ πιών.’ τὸν δὲ Ἀρτάβαζον ἀγωνιζόμενος τὸν ἀπαγορεύοντα τῷ Ξέρξῃ μὴ τὸ δεύτερον στρατεύειν ἐπὶ τὴν Ἑλλδα ὧδε ἐβραχυλόγησεν: ‘τὰ μὲν δὴ Περσῶν τε καὶ Μήδων τοιαῦτά σοι, βασιλεῦ, κατὰ χώραν μένοντι, τὰ δὲ Ἑλλήνων γῆ λεπτὴ θάλαττα στενὴ καὶ ἄνδρες ἀπονενοημένοι καὶ θεοὶ βάσκανοι.’ τοὺς δὲ ἐν τοῖς πεδίοις νοσοῦντας ἐς τὰ ὄρη ἀνοικίζεσθαι πείθων ὧδε ἐφυσιολόγησεν: ‘δοκεῖ δέ μοι καὶ τοῦ παντὸς δημιουργὸς τὰ μὲν [p. 82] πεδία, ὥσπερ ἀτιμότερα ὕλης, ῥῖψαι κάτω, ἐπαίρειν δὲ τὰ ὄρη, ὥσπερ ἀξιώματα. ταῦτα πρῶτα μὲν ἥλιος ἀσπάζεται, τελευταῖα δὲ ἀπολείπει. τίς οὐκ ἀγαπήσει τόπον μακροτέρας ἔχοντα τὰς ἡμέρας;’ Διδάσκαλοι τῷ Ἀλεξάνδρῳ ἐγένοντο Φαβωρῖνός τε καὶ Διονύσιος: ἀλλὰ Διονυσίου μὲν ἡμιμαθὴς ἀπῆλθε μεταπεμφθεὶς ὑπὸ τοῦ πατρὸς νοσοῦντος, ὅτε δὴ καὶ ἐτελεύτα, Φαβωρίνου δὲ γνησιώτατα ἠκροάσατο, παρ᾽ οὗ μάλιστα καὶ τὴν ὥραν τοῦ λόγου ἔσπασεν. τελευτῆσαι τὸν Ἁλέξανδρον οἱ μὲν ἐν Κελτοῖς φασιν ἔτι ἐπιστέλλοντα, οἱ δ᾽ ἐν Ἰταλίᾳ πεπαυμένον τοῦ ἐπιστέλλειν, καὶ οἱ μὲν ἑξηκοντούτην, οἱ δὲ καὶ οὔπω, καὶ οἱ μὲν ἐπὶ υἱῷ, οἱ δ᾽ ἐπὶ θυγατρί, ὑπὲρ ὧν οὐδὲν εὗρον λόγου ἄξιον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: