previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



τῷ δὲ ὑφειμένῳ τούτῳ καὶ πρὸς τὸν Σκοπελιανὸν ἐχρήσατο χρόνῳ ὕστερον, πρεσβεύειν μὲν χειροτονηθεὶς ὑπὲρ τῶν Σμυρναίων, ὡς ὅπλα δὲ Ἀχίλλεια τὴν ἐκείνου πειθὼ αἰτήσας. Ἡρώδῃ δὲ τῷ Ἀθηναίῳ πὴ μὲν ἀπὸ τοῦ ὑφειμένου, πὴ δὲ ἀπὸ τοῦ ὑπεραίροντος ξυνεγένετο. ὅπως δὲ καὶ ταῦτα ἔσχε, δηλῶσαι βούλομαι, καλὰ γὰρ καὶ μεμνῆσθαι ἄξια: ἤρα μὲν γὰρ τοῦ αὐτοσχεδιάζειν Ἡρώδης μᾶλλον τοῦ ὕπατός τε καὶ ἐξ ὑπάτων δοκεῖν, τὸν Πολέμωνα δὲ οὔπω γιγνώσκων ἀφῖκτο μὲν ἐς τὴν σμύρναν ἐπὶ ξυνουσίᾳ τοῦ ἀνδρὸς κατὰ χρόνους, οὓς τὰς ἐλευθέρας τῶν πόλεων αὐτὸς διωρθοῦτο, περιβαλὼν δὲ καὶ ὑπερασπασάμενος ὁμοῦ τῷ τὸ στόμα ἀφελεῖν τοῦ στόματοςπότε,’ εἶπεν πάτερ, ἀκροασόμεθά σου;’ καὶ μὲν δὴ ᾤετο ἀναβαλεῖσθαι αὐτὸν τὴν ἀκρόασιν ὀκνεῖν φήσαντα ἐπ᾽ ἀνδρὸς τοιούτου ἀποκινδυνεύειν, δὲ οὐδὲν [p. 48] πλασάμενοςτήμερονἔφηἀκροῶ, καὶ ἴωμεν.’ τοῦτο ἀκούσας Ἡρώδης ἐκπλαγῆναί φησι τὸν ἄνδρα, ὡς καὶ τὴν γλῶτταν αὐτοσχέδιον καὶ τὴν γνώμην. ταῦτα μὲν οὖν φρόνημα ἐνδείκνυται τοῦ ἀνδρὸς καί, νὴ Δία, σοφίαν, ἐς τὴν ἔκπληξιν ἐχρήσατο, ἐκεῖνα δὲ σωφροσύνην τε καὶ κόσμον: ἀφικόμενον γὰρ ἐς τὴν ἐπίδειξιν ἐδέξατο ἐπαίνῳ μακρῷ καὶ ἐπαξίῳ τῶν Ἡρώδου λόγων τε καὶ ἔργων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: