previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



ὃν ῾δ̓ ἐκάλουν οἱ πολλοὶ Ἡρώδου Ἡρακλέα, νεανίας οὗτος ἦν ἐν ὑπήνῃ πρῴτῃ Κελτῷ μεγάλῳ ἴσος καὶ ἐς ὀκτὼ πόδας τὸ μέγεθος. διαγράφει δὲ αὐτὸν Ἡρώδης ἐν μιᾷ τῶν πρὸς τὸν Ἰουλιανὸν [p. 61] ἐπιστολῶν, κομᾶν τε ξυμμέτρως καὶ τῶν ὀφρύων λασίως ἔχειν, ἃς καὶ ξυμβάλλειν ἀλλήλαις οἷον μίαν, χαροπήν τε ἀκτῖνα ἐκ τῶν ὀμμάτων ἐκδίδοσθαι παρεχομένην τι ὁρμῆς ἦθος καὶ γρυπὸν εἶναι καὶ εὐτραφῶς ἔχοντα τοῦ αὐχένος, τουτὶ δὲ ἐκ πόνων ἥκειν αὐτῷ μᾶλλον σίτου. εἶναι δὲ αὐτῷ καὶ στέρνα εὐπαγῆ καὶ ξὺν ὥρᾳ κατεσκληκότα, καὶ κνήμην μικρὸν ἐς τὰ ἔξω κυρτουμένην καὶ παρέχουσαν τῇ βάσει τὸ εὖ βεβηκέναι. ἐνῆφθαι δὲ αὐτὸν καὶ δορὰς λύκων, ῥαπτὸν ἔσθημα, ἄθλους τε ποιεῖσθαι τοὺς ἀγρίους τῶν συῶν καὶ τοὺς θῶας καὶ τοὺς λύκους καὶ τῶν ταύρων τοὺς ὑβρίζοντας, καὶ ὠτειλὰς δὲ δεικνύναι τούτων τῶν ἀγώνων. γενέσθαι δὲ τὸν Ἡρακλέα τοῦτον οἱ μὲν γηγενῆ φασιν ἐν τῷ Βοιωτίῳ δήμῳ, Ἡρώδης δὲ ἀκοῦσαι λέγοντός φησιν, ὡς μήτηρ μὲν αὐτῷ γένοιτο γυνὴ βουκόλος οὕτω τι ἐπερρωμένη, ὡς βουκολεῖν, πατὴρ δὲ Μαραθών, οὗ τὸ ἐν Μαραθῶνι ἄγαλμα, ἔστι δὲ ἥρως γεωργός. ἤρετό τε τὸν Ἡρακλέα τοῦτον Ἡρώδης, εἰ καὶ ἀθάνατος εἴη, δὲθνητοῦἔφημακροημερώτερος.’ ἤρετο αὐτὸν καὶ τι σιτοῖτο, δὲγαλακτοφαγῶἔφητὸν πλείω τοῦ χρόνου καί με βόσκουσιν αἶγές τε καὶ ποιμένες τῶν τε βοῶν καὶ τῶν ἵππων αἱ τοκάδες, ἐκδίδοται δέ τι καὶ θηλῆς ὄνων γάλα εὔποτόν τε καὶ κοῦφον, ἐπειδὰν δὲ ἀλφίτοις προσβάλλω, δέκα σιτοῦμαι χοίνικας, καὶ ξυμφέρουσί μοι τὸν ἔρανον τοῦτον γεωργοὶ Μαραθώνιοί τε καὶ Βοιώτιοι, οἵ με καὶ Ἀγαθίωνα ἐπονομάζουσιν, ἐπειδὴ καὶ εὐξύμβολος αὐτοῖς φαίνομαι.’ ‘τὴν δὲ δὴ γλῶττανἔφη Ἡρώδηςπῶς ἐπαιδεύθης καὶ ὑπὸ τίνων; οὐ γάρ μοι τῶν ἀπαιδεύτων φαίνῃ.’ καὶ Ἀγαθίων μεσογείαἔφητῆς Ἀττικῆς ἀγαθὸν διδασκαλεῖον [p. 62] ἀνδρὶ βουλομένῳ διαλέγεσθαι, οἱ μὲν γὰρ ἐν τῷ ἄστει Ἀθηναῖοι μισθοῦ δεχόμενοι Θρᾴκια καὶ Ποντικὰ μειράκια καὶ ἐξ ἄλλων ἐθνῶν βαρβάρων ξυνερρυηκότα παραφθείρονται παρ᾽ αὐτῶν τὴν φωνὴν μᾶλλον ξυμβάλλονταί τι αὐτοῖς ἐς εὐγλωττίαν, μεσογεία δὲ ἄμικτος βαρβάροις οὖσα ὑγιαίνει αὐτοῖς φωνὴ καὶ γλῶττα τὴν ἄκραν Ἀτθίδα ἀποψάλλει.’ ‘πανηγύρει δὲ δ᾽ Ἡρώδηςπαρέτυχες’; καὶ Ἀγαθίωντῇ γε Πυθοῖἔφηοὐκ ἐπιμιγνὺς τῷ ὁμίλῳ, ἀλλ᾽ ἐκ περιωπῆς τοῦ Παρνασοῦ ἀκούων τῶν τῆς μουσικῆς ἀγωνιστῶν, ὅτε Παμμένης ἐπὶ τραγῳδίᾳ ἐθαυμάσθη, καί μοι ἔδοξαν οἱ σοφοὶ Ἕλληνες οὐ χρηστὸν πρᾶγμα ἐργάζεσθαι τὰ τῶν Πελοπιδῶν καὶ τὰ τῶν Λαβδακιδῶν κακὰ ξὺν ἡδονῇ ἀκούοντες, ξύμβουλοι γὰρ σχετλίων ἔργων μῦθοι μὴ ἀπιστούμενοι.’ φιλοσοφοῦντα δὲ αὐτὸν ἰδὼν Ἡρώδης ἤρετο καὶ περὶ τῆς γυμνικῆς ἀγωνίας ὅπως γιγνώσκοι, καὶ ὃςἐκείνωνἔφηκαταγελῶ μᾶλλον ὁρῶν τοὺς ἀνθρώπους διαγωνιζομένους ἀλλήλοις παγκράτιον καὶ πυγμὴν καὶ δρόμον καὶ πάλην καὶ στεφανουμένους ὑπὲρ τούτου: στεφανούσθω δὲ μὲν δρομικὸς ἀθλητὴς ἔλαφον παρελθὼν ἵππον, δὲ τὰ βαρύτερα ἀσκῶν ταύρῳ συμπλακεὶς ἄρκτῳ, ἐγὼ ὁσημέραι πράττω μέγαν ἆθλον ἀφῃρημένης μοι τῆς τύχης, ἐπεὶ μηκέτι βόσκει λέοντας Ἀκαρνανία.’ ἀγασθεὶς οὖν Ἡρώδης ἐδεῖτο αὐτοῦ ξυσσιτῆσαί οἱ. καὶ Ἀγαθίωναὔριονἔφηἀφίξομαί σοι κατὰ μεσημβρίαν ἐς τὸ τοῦ Κανώβου ἱερόν, ἔστω δέ σοι κρατὴρ μέγιστος τῶν ἐν τῷ ἱερῷ γάλακτος πλέως, μὴ γυνὴ ἤμελξεν.’ καὶ ἀφίκετο μὲν ἐς τὴν ὑστεραίαν καθ᾽ ὃν ὡμολόγησε καιρόν, τὴν δὲ ῥῖνα ἐρείσας ἐς τὸν κρατῆραοὐ καθαρὸνἔφητὸ γάλα, [p. 63] προσβάλλει γάρ με χεὶρ γυναικός.’ καὶ εἰπὼν ταῦτα ἀπῆλθε μὴ ἐπισπασάμενος τοῦ γάλακτος. ἐπιστήσας οὖν Ἡρώδης τῷ περὶ τῆς γυναικὸς λόγῳ ἔπεμψεν ἐς τὰ ἐπαύλια τοὺς ἐπισκεψομένους τἀληθές, καὶ μαθὼν αὐτὸ οὕτως ἔχον ξυνῆκεν, ὡς δαιμονία φύσις εἴη περὶ τὸν ἄνδρα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: