previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



αἱ δὲ αἰτίαι, δι᾽ ἃς πατὴρ ἐξ ἡμέρου τε καὶ πρᾴου χαλεπὸς αὐτῷ ἐγένετο, λέγονται μὲν ἐπὶ πολλά, καὶ γὰρ δεῖνα καὶ δεῖνα καὶ πλείους, ἀλλ᾽ ἐγὼ τὴν ἀληθεστάτην δηλώσω: μετὰ γὰρ τὴν τοῦ Σποπελιανοῦ μητέρα γυναῖκα πρεσβύτης ἤγετο ἡμίγαμόν τε καὶ οὐ κατὰ νόμους, δὲ ὁρῶν ταῦτα [p. 30] ἐνουθέτει καὶ ἀπῆγεν, τουτὶ δὲ τοῖς ἐξώροις ἀηδές. δ᾽ αὖ ξυνετίθει κατ᾽ αὐτοῦ λόγον, ὡς ἐρῶντος μὲν αὐτῆς, τὴν διαμαρτίαν δὲ μὴ καρτεροῦντος. ξυνελάμβανε δὲ αὐτῇ τῶν διαβολῶν καὶ οἰκέτης τοῦ πρεσβύτου μάγειρος, ἐπωνυμία Κύθηρος, ὑποθωπεύων, ὥσπερ ἐν δράματι, τὸν δεσπότην καὶ τοιαυτὶ λέγων: ‘ δέσποτα, βούλεταί σε υἱὸς τεθνάναι ἤδη, οὐδὲ τὸν αὐτόματον καὶ μετ᾽ οὐ πολὺ θάνατον ἐνδιδοὺς τῷ σῷ γήρᾳ, ἀλλὰ καὶ αὐτουργῶν μὲν τὴν ἐπιβουλήν, μισθούμενος δὲ καὶ τὰς ἐμὰς χεῖρας. ἔστι γὰρ αὐτῷ φάρμακα ἀνδροφόνα ἐπὶ σέ, ὧν τὸ καιριώτατον κελεύει με ἐμβαλεῖν ἐς ἕν τι τῶν ὄψων ἐλευθερίαν τε ὁμολογῶν καὶ ἀγροὺς καὶ οἰκίας καὶ χρήματα καὶ πᾶν τι βουλοίμην ἔχειν τοῦ σοῦ οἴκου, καὶ ταυτὶ μὲν πειθομένῳ εἶναι, ἀπειθοῦντι δὲ μαστίγωσίν τε καὶ στρέβλωσιν καὶ παχείας πέδας καὶ κύφωνα βαρύν.’ καὶ τοιοῖσδε θωπεύμασι περιελθὼν τὸν δεσπότην τελευτῶντος μετ᾽ οὐ πολὺ καὶ πρὸς διαθήκαις ὄντος γράφεται κληρονόμος, υἱός τε προσρηθεὶς καὶ ὀφθαλμοὶ καὶ ψυχὴ πᾶσα. καὶ οὐχὶ ταυτὶ χρὴ θαυμάζειν, ἐπεὶ πρεσβύτην ἐρῶντα ἔθελξεν ἴσως που καὶ παραπαίοντα ὑπὸ ἡλικίας καὶ αὐτοῦ τοῦ ἐρᾶνκαὶ γὰρ δὴ καὶ νέοι ἐρῶντες οὐκ ἔστιν ὅστις αὐτῶν τὸν ἑαυτοῦ νοῦν ἔχειἀλλ᾽ ὅτι καὶ τῆς τοῦ Σκοπελιανοῦ δεινότητος τε καὶ τῆς ἐν τοῖς δικαστηρίοις ἀκμῆς κρείττων ἔδοξεν ἀγωνισάμενος μὲν περὶ τῶν διαθηκῶν πρὸς αὐτόν, ἀντεκτείνας δὲ τῇ ἐκείνου δεινότητι τὸν ἐκείνου πλοῦτον: ἀπαντλῶν γὰρ τῆς οὐσίας καὶ μισθούμενος ὑπερβολαῖς χρημάτων γλώττας ὁμοῦ πάσας καὶ δικαστῶν ψήφους πανταχοῦ τὴν νικῶσαν ἀπηνέγκατο, ὅθεν Σκοπελιανὸς τὰ μὲν [p. 31] Ἀναξαγόρου μηλόβοτα εἶναι, τὰ δὲ αὑτοῦ δουλόβοτα ἔλεγεν. ἐπιφανὴς δὲ καὶ τὰ πολιτικὰ Κύθηρος γενόμενος γηράσκων ἤδη καὶ τὴν οὐσίαν ὁρῶν ὑποδιδοῦσαν καταφρονούμενός τε ἱκανῶς καί που καὶ πληγὰς λαβὼν πρὸς ἀνδρός, ὃν χρήματα ἀπαιτῶν ἐτύγχανεν, ἱκέτης τοῦ Σκοπελιανοῦ γίγνεται μνησικακίαν τε αὐτῷ παρεῖναι καὶ ὀργὴν ἀπολαβεῖν τε τὸν τοῦ πατρὸς οἶκον ἀνέντα μὲν αὐτῷ μέρος τῆς οἰκίας πολλῆς οὔσης, ὡς μὴ ἀνελευθέρως ἐνδιαιτήσηται, συγχωρήσαντα δὲ ἀγροὺς δύο τῶν ἐπὶ θαλάττῃ. καὶ Κυθήρου οἶκος ἐπωνόμασται νῦν ἔτι τὸ μέρος τῆς οἰκίας, ἐν κατεβίω. ταυτὶ μέν, ὡς μὴ ἀγνοεῖν αὐτά, συνιέναι δὲ κἀκ τούτων, ὅτι οἱ ἄνθρωποι μὴ θεοῦ μόνον, ἀλλὰ καὶ ἀλλήλων παίγνια.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: