previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



φησὶν Πολέμων ἠκροᾶσθαι καὶ Δίωνος ἀποδημίαν ὑπὲρ τούτου στείλας ἐς τὸ τῶν Βιθυνῶν ἔθνος. ἔλεγε δὲ Πολέμων τὰ μὲν τῶν καταλογάδην ὤμοις δεῖν ἐκφέρειν, τὰ δὲ τῶν ποιητῶν ἁμάξαις. κἀκεῖνα τῶν Πολέμωνι τιμὴν ἐχόντων: ἤριζεν Σμύρνα ὑπὲρ τῶν ναῶν καὶ τῶν ἐπ᾽ αὐτοῖς δικαίων, ξύνδικον πεποιημένη τὸν Πολέμωνα ἐς τέρμα ἤδη τοῦ βίου ἥκοντα. ἐπεὶ δὲ ἐν ὁρμῇ τῆς ὑπὲρ τῶν δικαίων ἀποδημίας ἐτελεύτησεν, ἐγένετο μὲν ἐπ᾽ ἄλλοις ξυνδίκοις πόλις, πονηρῶς δὲ αὐτῶν ἐν τῷ βασιλείῳ δικαστηρίῳ διατιθεμένων τὸν λόγον βλέψας αὐτοκράτωρ ἐς τοὺς τῶν Σμυρναίων ξυνηγόρουςοὐ Πολέμωνεἶπεντουτουὶ τοῦ ἀγῶνος ξύνδικος ὑμῖν ἀπεδέδεικτο;’ ‘ναί,’ ἔφασανεἴ γε τὸν σοφιστὴν λέγεις.’ καὶ αὐτοκράτωρἴσως οὖνἔφηκαὶ λόγον τινὰ ξυνέγραψεν ὑπὲρ τῶν δικαίων, οἷα δὴ ἐπ᾽ ἐμοῦ τε ἀγωνιούμενος καὶ ὑπὲρ τηλικούτων.’ ‘ἴσως,’ ἔφασαν, βασιλεῦ, ‘οὐ μὴν ἡμῖν γε εἰδέναι.’ καὶ ἔδωκεν ἀναβολὰς αὐτοκράτωρ τῇ δίκῃ, ἔστ᾽ ἂν διακομισθῇ λόγος, ἀναγνωσθέντος δὲ ἐν τῷ δικαστηρίῳ κατ᾽ αὐτὸν ἐψηφίσατο βασιλεύς, καὶ ἀπῆλθεν Σμύρνα τὰ πρωτεῖα νικῶσα καὶ τὸν Πολέμωνα αὐτοῖς ἀναβεβιωκέναι φάσκοντες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: