previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



τῷ δὲ Μιλησίῳ Διονυσίῳ ἀκροατῇ ὄντι τὰς μελέτας ξὺν ᾠδῇ ποιουμένῳ ἐπιπλήττων ἸσαῖοςμειράκιονἔφηἸωνικόν, ἐγὼ δέ σε ᾄδειν οὐκ ἐπαίδευσα.’ νεανίσκου δὲ Ἰωνικοῦ θαυμάζοντος πρὸς αὐτὸν τὸ τοῦ Νικήτου μεγαλοφώνως ἐπὶ τοῦ [p. 27] Ξέρξου εἰρημένονἐκ τῆς βασιλείου νεὼς Αἴγιναν ἀναδησώμεθακαταγελάσας πλατὺ Ἰσαῖοςἀνόητε’, εἶπεν, ‘καὶ πῶς ἀναχθήσῃ;’ τάς δὲ μελέτας οὐκ αὐτοσχεδίους ἐποιεῖτο, ἀλλ᾽ ἐπεσκεμμένας τὸν ἐξ ἕω ἐς μεσημβρίαν καιρόν. ἰδέαν δ᾽ ἐπήσκησε λόγων οὔτ᾽ ἐπιβεβλημένην, οὔτ᾽ αὖον, ἀλλ᾽ ἀπέριττον καὶ κατὰ φύσιν καὶ ἀποχρῶσαν τοῖς πράγμασιν. καὶ τὸ βραχέως ἑρμηνεύειν, τοῦτό τε καὶ πᾶσαν ὑπόθεσιν συνελεῖν ἐς βραχὺ Ἰσαίου εὕρημα, ὡς ἐν πλείοσι μὲν ἑτέροις, μάλιστα δὲ ἐν τοῖσδε ἐδηλώθη: τοὺς μὲν γὰρ Λακεδαιμονίους ἀγωνιζόμενος τοὺς βουλευομένους περὶ τοῦ τείχους ἀπὸ τῶν Ὁμήρου ἐβραχυλόγησε τοσοῦτον: ‘ἀσπὶς ἄρ᾽ ἀσπίδ᾽ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ᾽ ἀνήρ: οὕτω στῆτέ μοι, Λακεδαιμόνιοι, καὶ τετειχίσμεθα.’ κατηγορῶν δὲ τοῦ Βυζαντίου Πύθωνος, ὡς δεθέντος μὲν ἐκ χρησμῶν ἐπὶ προδοσίᾳ, κεκριμένης δὲ τῆς προδοσίας, ὡς ἀνέζευξεν Φίλιππος, ξυνέλαβε τὸν ἀγῶνα τοῦτον ἐς τρεῖς ἐννοίας, ἔστι γὰρ τὰ εἰρημένα ἐν τρισὶ τούτοις: ‘ἐλέγχω Πύθωνα προδεδωκότα τῷ χρήσαντι θεῷ, τῷ δήσαντι δήμῳ, τῷ ἀναζεύξαντι Φιλίππῳ, μὲν γὰρ οὐκ ἂν ἔχρησεν, εἰ μή τις ἦν, δὲ οὐκ ἂν ἔδησεν, εἰ μὴ τοιοῦτος ἦν, δὲ οὐκ ἂν ἀνέζευξεν, εἰ μὴ δι᾽ ὃν ἦλθεν, οὐχ εὗρ εν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: