previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



τὸ δὲ τῶν ὀφρύων ἦθος καὶ τοῦ προσώπου σύννοια σοφιστὴν ἐδήλου τὸν Μάρκον, καὶ γὰρ ἐτύγχανεν ἀεί τι ἐπισκοπῶν τῇ γνώμῃ καὶ ἀναπαιδεύων ἑαυτὸν τοῖς ἐς τὸ σχεδιάζειν ἄγουσι. καὶ τοῦτο ἐδηλοῦτο μὲν τῇ τῶν ὀφθαλμῶν στάσει πεπηγότων τὰ πολλὰ ἐς ἀπορρήτους ἐννοίας, ὡμολογήθη δὲ καὶ ὑπὸ τοῦ ἀνδρός: ἐρομένου γάρ τινος αὐτὸν τῶν ἐπιτηδείων, ὅπως χθὲς ἐμελέταἐπ᾽ ἐμαυτοῦ μὲνἔφηλόγου ἀξίως, ἐπὶ δὲ τῶν γνωρίμων ἧττον.’ θαυμάσαντος δὲ τὴν ἀπόκρισινἐγὼἔφη Μάρκοςκαὶ τῇ σιωπῇ ἐνεργῷ χρῶμαι καὶ γυμνάζουσί με δύο ὑποθέσεις καὶ τρεῖς ὑπὸ τὴν μίαν, ἣν ἐς τὸ κοινὸν ἀγωνίζομαι.’ γενειάδος δὲ καὶ κόμης αὐχμηρῶς εἶχεν, ὅθεν ἀγροικότερος ἀνδρὸς πεπνυμένου ἐδόκει τοῖς πολλοῖς. τουτὶ δὲ καὶ Πολέμων σοφιστὴς πρὸς αὐτὸν ἔπαθεν: παρῆλθε μὲν γὰρ ἐς τὴν τοῦ Πολέμωνος διατριβὴν ὀνομαστὸς ἤδη ὤν, ξυγκαθημένων δὲ τῶν ἐς τὴν ἀκρόασιν ἀπηντηκότων ἀναγνούς τις αὐτὸν τῶν ἐς τὸ Βυζάντιον πεπλευκότων διεμήνυσε τῷ πέλας, δὲ τῷ πλησίον, καὶ διεδόθη ἐς πάντας, ὅτι Βυζάντιος εἴη σοφιστής, ὅθεν τοῦ Πολέμωνος αἰτοῦντος τὰς ὑποθέσεις ἐπεστρέφοντο πάντες ἐς τὸν Μάρκον, ἵνα προβάλοι. τοῦ δὲ Πολέμωνος εἰπόντοςτί ἐς τὸν ἄγροικον ὁρᾶτε; οὐ γὰρ δώσει γε οὗτος ὑπόθεσιν’, Μάρκος ἐπάρας τὴν φωνήν, ὥσπερ εἰώθει, καὶ ἀνακύψαςκαὶ προβαλοῦμαιἔφηκαὶ μελετήσομαι.’ ἔνθεν ἑλὼν Πολέμων καὶ ξυνιεὶς δωριάζοντος διελέχθη ἐς τὸν ἄνδρα πολλά τε καὶ θαυμάσια ἐφιεὶς τῷ καιρῷ, μελετήσας δὲ καὶ μελετῶντος ἀκροασάμενος καὶ ἐθαυμάσθη καὶ ἐθαύμασεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: