previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


β


ἐπὶ τὸν σοφιστὴν Θεόδοτον καλεῖ με λόγος. Θεόδοτος μὲν προὔστη καὶ τοῦ Ἀθηναίων δήμου κατὰ χρόνους, οὓς προσέκρουον Ἡρώδῃ Ἀθηναῖοι, καὶ ἐς ἀπέχθειαν φανερὰν οὐδεμίαν τῷ ἀνδρὶ ἀφίκετο, ἀλλ᾽ ἀφανῶς αὐτὸν ὑπεκάθητο δεινὸς ὢν χρῆσθαι τοῖς πράγμασιν, καὶ γὰρ δὴ καὶ τῶν ἀγοραίων εἷς οὗτος: τοῖς γοῦν ἀμφὶ τὸν Δημόστρατον οὕτω ξυνεκέκρατο, ὡς καὶ ξυνάρασθαί σφισι τῶν λόγων, οὓς ἐξεπόνουν πρὸς τὸν Ἡρώδην. προὔστη δὲ καὶ τῆς Ἀθηναίων νεότητος πρῶτος ἐπὶ ταῖς ἐκ βασιλέως μυρίαις. καὶ οὐ τοῦτό πω λόγου ἄξιον, οὐδὲ γὰρ πάντες οἱ ἐπιβατεύοντες τοῦ θρόνου τούτου λόγου ἄξιοι, ἀλλ᾽ ὅτι τοὺς μὲν Πλατωνείους καὶ τοὺς ἀπὸ τῆς Στοᾶς καὶ τοὺς ἀπὸ τοῦ Περιπάτου καὶ αὐτοῦ Ἐπικούρου προσέταξεν Μάρκος τῷ Ἡρώδῃ κρῖναι, τὸν δὲ ἄνδρα τοῦτον ἀπὸ τῆς περὶ αὐτὸν δόξης αὐτὸς ἐπέκρινε τοῖς νέοις ἀγωνιστὴν [p. 74] τῶν πολιτικῶν προσειπὼν λόγων καὶ ῥητορικῆς ὄφελος. ἀνὴρ οὗτος Λολλιανοῦ μὲν ἀκροατής, Ἡρώδου δὲ οὐκ ἀνήκοος. ἐβίω μὲν οὖν ὑπὲρ τὰ πεντήκοντα δυοῖν ἐτοῖν κατασχὼν τὸν θρόνον, τὴν δὲ ἰδέαν τῶν λόγων ἀποχρῶν καὶ τοῖς δικανικοῖς καὶ τοῖς ὑπερσοφιστεύουσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: