ιζ
Ῥοῦφον δὲ τὸν ἐκ τῆς Περίνθου σοφιστὴν μὴ ἀπὸ τῆς οὐσίας, μηδὲ εἰ πολλοὶ ὕπατοι τὸ ἐκεινου γένος, μηδὲ εἰ τὴν τῶν Πανελληνίων Ἀθήνησιν εὐκλεῶς ἦρξεν, ταυτὶ γὰρ εἰ καὶ πλείω λέγοιτο, οὔπω τῇ σοφίᾳ τοῦ ἀνδρὸς παραβεβλῆσθαι ἄξια, ἀλλ᾽ ἡ γλῶττα δηλούτω αὐτὸν καὶ ἡ ξύνεσις, ᾗ περὶ τὰς ἐσχηματισμένας μάλιστα τῶν ὑποθέσεων ἐχρήσατο. τὴν δὲ ἰδέαν ταύτην ἐθαυμάσθη πρῶτον μέν, ὅτι χαλεπὴ ἑρμηνεῦσαι, δεῖ γὰρ ἐν ταῖς κατὰ σχῆμα ξυγκειμέναις τῶν ὑποθέσεων τοῖς μὲν λεγομένοις ἡνίας, τοῖς δὲ σιωπωμένοις κέντρου, ἔπειτα, οἶμαι, καὶ διὰ τὴν ἑαυτοῦ φύσιν, ἐκκειμένως γὰρ τοῦ ἤθους [p. 101] καὶ ἀπανούργως ἔχων ὑπεκρίνετο εὖ, καὶ ἃ μὴ ἐπεφύκει. πλουσιώτατος δὲ τῶν κατὰ τὸν Ἑλλήσποντον καὶ Προποντίδα γενόμενος καὶ δόξης αὐτῷ ἐπὶ τῷ σχεδιάζειν πολλῆς μὲν ὑπαρχούσης Ἀθήνησι, πολλῆς δὲ ἐν Ἰωνίᾳ τε καὶ Ἰταλίᾳ, οὐδαμοῦ κατέστησεν ἑαυτὸν ἐς ἀπέχθειαν ἢ πόλεως ἢ ἀνδρός, ἀλλὰ πρᾳότητος ἦν χρηματιστής. ἐλέγετο δὲ καὶ γυμναστικῇ κρατύνειν τὸ σῶμα ἀναγκοφαγῶν ἀεὶ καὶ διαπονῶν αὐτὸ παραπλησίως τοῖς ἀγωνιζομένοις. ἀκροατὴς δὲ Ἡρώδου μὲν ἐν παισίν, Ἀριστοκλέους δὲ ἐν μειρακίοις γενόμενος καὶ μεγάλων ὑπ᾽ αὐτοῦ ἀξιωθεὶς ἐλαμπρύνετο τῷ Ἡρώδῃ μᾶλλον δεσπότην τε αὐτὸν καλῶν καὶ Ἑλλήνων γλῶτταν καὶ λόγων βασιλέα καὶ πολλὰ τοιαῦτα. ἐτελεύτα δὲ οἴκοι ἓν καὶ ἑξήκοντα ἔτη γενόμενος καὶ ἐπὶ παισίν, ὑπὲρ ὧν γε μέγα οὐδὲν ἔχω εἰπεῖν, πλήν γε δὴ ὅτι ἀπ᾽ ἐκείνου.