previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


κοσσύφῳ δὲ τῷ θαλαττίῳ ἤθη τε καὶ διατριβαὶ αἱ πέτραι καὶ αἱ σηραγγώδεις ὑποδρομαί. γαμοῦσι δὲ οὗτοι ἕκαστος πολλάς, καὶ τῶν ὀπῶν οἱονεὶ θαλάμων [p. 11] ταῖς νύμφαις ἀφίστανται. καὶ τοῦτο μὲν τὸ τοῦ γάμου θρυπτικὸν καὶ τὸ ἐς πολλὰς ἔχειν τὴν ὁρμὴν νενεμημένην φαίης ἂν εἶναι τρυφώντων ἐς εὐνὴν βαρβάρων καί, ὡς ἂν εἴποις σὺν παιδιᾷ σπουδάσας, βίον Μηδικόν τε καὶ Περσικόν. ἔστι δὲ ἰχθύων ζηλοτυπώτατος καὶ τὴν ἄλλως μέν, οὐχ ἥκιστα δὲ ὅταν αἱ νύμφαι τίκτωσιν αὐτῷ. εἰ δὲ λαμυρώτερον ταῦτα τῇ καταχρήσει τῶν ὀνομάτων εἴρηται, δίδωσιν ἡμῖν τὰ ἐκ τῆς φύσεως πραττόμενα τὴν τῶν τοιούτων ἐξουσίαν. αἳ μὲν γὰρ ὠδίνων ἤδη πειρώμεναι ἠρεμοῦσί τε καὶ ἔνδον μένουσιν, δὲ ἄρρην, οἷα δήπου γαμέτης, περιθυρῶν τὰς ἐπιβουλὰς φυλάττει τὰς ἔξωθεν φόβῳ τῶν βρεφῶν. ἔοικε γὰρ καὶ τὰ μήπω γεννώμενα φιλεῖν καὶ δέει πατρικῷ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: