previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἔστι δὲ ἄρα τῷ Ἴστρῳ καὶ κόλπος οἷος βαθύτατος, καὶ ἔοικε τῇ θαλάττῃ τὴν πολλὴν περίοδον. καὶ μέντοι καὶ βάθους ὅτι εὖ ἥκει ὅδε κόλπος καὶ ἐκεῖνο τεκμηριῶσαι ἱκανόν. αἱ ναῦς αἱ φορτίδες αἱ τὴν θάλατταν περῶσαι καὶ ἐνταῦθα κατακολπίζουσι, πεφρίκασι δὲ καὶ τοῦτον ὡς θάλατταν, ὅταν ἀγριαίνηται ὑπὸ τῶν καταπνεόντων ἀνέμων ἐς κύματα ἐξαπτόντων τε αὐτὸν καὶ ἐκμαινόντων. πεφύκασι δὲ ἄρα ἐν αὐτῷ καὶ νῆσοι καὶ μέντοι καί τινες τῆς ὄχθης ὑποδρομαὶ ἐς ἃς ἔστι καταφυγεῖν. ἀλλὰ καὶ ἀκταὶ καὶ ἄκραι προήκουσι, καὶ προσρήγνυται αὐταῖς καὶ περισχίζεται κλύδων ἄγριος, ἡνίκα ἂν ἑαυτοῦ μάλιστα ὑποπλησθεὶς εἶτα ἐς τὴν θάλατταν οἱονεὶ στενοχωρούμενος ὠθῆται. φιλεῖ δὲ ἄρα δρᾶν τοῦτο ἤδη ὥρας φθινοπωρινῆς παραδραμούσης, ὑπαρχομένης δὲ τῆς χειμερίου, καὶ ἀκμάσας αὐτὸς πρόεισι πλημμυρῶν. πληθύοντα δὲ ἄρα βορρᾶς ἐπωθεῖ αὐτόν, καὶ ἐξάπτει κατιέναι ἄγριον. καὶ μὲν καταφέρει ὡς ἐς πλοῦν ἀγώγιμον τὸν καθ᾽ ἑαυτοῦ κρύσταλλον, δὲ ἀντιπίπτει βορρᾶς αὐτῷ καταπνέων σκληρὸν καὶ μάλα γε κρυμῶδες. οὔκουν αὐτῷ ἐκβάλλειν ἐς τὸ πέλαγος τὴν ὠδῖνα ὡς ἂν εἴποις ἐπιτρέπει, ἀλλ᾽ ἀνακωχεύων [p. 359] καὶ ἀνωθούμενος ἵστησιν. κρύσταλλος οὖν ἀνειργόμενός τε καὶ ἀναστελλόμενος ἐς βάθος χωρεῖ καὶ ἁδρύνεται ἐς πολύ: καὶ ἐντεῦθεν ὑπορρεῖ μὲν τοῦ Ἴστρου τὸ γνήσιον ὕδωρ ὁδοῖς ὡς ἂν εἴποις κρυπταῖς, τὸ δὲ ἐπίκτητόν οἱ καὶ νόθον ἐπίκειται πεδίου δίκην, καὶ κατὰ τούτου τηνικάδε τῆς ὥρας ὁδοιποροῦσιν οἱ τῇδε ἄνθρωποι κατὰ ζεύγη καὶ μόνιπποι. ὅπως μὲν οὖν ἐλέγχει τε καὶ βασανίζει τὴν πῆξιν τοῦ ποταμοῦ τοῦδε καὶ τοῦ Θρᾳκίου Στρυμόνος τὸ πονηρόν τε καὶ δολερὸν θηρίον ἀλώπηξ, ἀνωτέρω εἶπον: δ᾽ οὖν κρύσταλλος ἐν τῷ Ἴστρῳ καὶ νηὶ φορτηγῷ κατὰ ῥοῦν φερομένῃ περιτραφεὶς εἶτα ἐπέδησεν αὐτήν, καὶ οὔτε ἱστίων ἡπλωμένων ἔτι δεῖ, οὔτε πρῳράτης τὰ πρόσω βλέπει, οὔτε τῆς νεὼς ἄρχων ἐπιστρέφει τοὺς οἴακας: πεπήγασι γάρ, ἐπεὶ καὶ τὸ πᾶν σκάφος τῷ περικειμένῳ κατείληπται δεσμῷ, καὶ ἔοικεν οὐ μὰ Δία νηί, οὐ γὰρ ἔτι τοῖς κύμασι τύπτεται, ἀλλὰ ἐν πολλῷ τῷ πεδίῳ λόφῳ τινὶ ἀνεστῶτι καὶ νὴ Δία σκοπιᾷ ἄκρᾳ. ἐνταῦθά τοι καὶ οἱ περίνεῳ καὶ οἱ ναῦται ἐκπηδῶσι καὶ κατὰ τοῦ ποταμοῦ θέουσι, καὶ ἁμάξας ἄγουσι καὶ τὸν φόρτον μετῆραν ἐπὶ τοῦ τέως ὕδατος. καὶ πάλιν μετὰ τὴν χειμέριον ὥραν τοῦ αὐτοῦ φερομένου σφοδρῶς φέρουσί τε καὶ ἄγουσι τὰ ἄχθη. μένει δὲ ναῦς ἔστ᾽ ἂν ὑπανῇ μὲν τὰ τοῦ κρυμοῦ, τακῇ δὲ κρύσταλλος καὶ λυθῇ, ἐλευθέρα δὲ τοῦ παραδόξου πείσματος ὁλκὰς ἀπολυθῇ. ἐνταῦθά τοι τοῦ καιροῦ καὶ οἱ ἁλιεῖς μακέλλας λαβόντες, ἔνθα αὐτοὺς ἄγει θυμὸς διακόπτουσι τὴν πῆξιν τοῦ ὕδατος, καὶ τάφρον κυκλοτερῆ ἐργάζονται κατιοῦσαν ἐς τὸ ὕδωρ: εἴποις ἂν φρέατος εἶναι στόμα μεγίστου πίθου καὶ πάνυ γάστριδος. οὐκοῦν ἰχθύες πολλοὶ τὸν κρύσταλλον διαδρᾶναι θέλοντες οἱονεὶ [p. 360] στέγην ἐπικείμενον καὶ ποθοῦντες τὸ φῶς ἀσμένως ἐς τὸ ἀνεῳγμένον στόμιον ἐσνέουσι, καὶ γίνονται πλῆθος ἄμαχοι, καὶ ἐπωθοῦνται ἀλλήλοις, αἱροῦνται δὲ ἅτε ἐν βόθρῳ στενῷ ῥᾳδίως. καὶ πάρεστι λαβεῖν κυπρίνους τε καὶ κορακίνους ἄδην καὶ πέρκας καὶ ξιφίαν, ἀλλ᾽ οὔπω μέγαν καὶ ἔτι τοῦ κέντρου τοῦ προμετωπιδίου ἄμοιρον: καὶ ἀντακαῖον, καὶ τοῦτον ἁπαλόν, ἐπεὶ οἵ γε μεγάλοι καὶ προήκοντες τὴν ἡλικίαν γένοιντο ἂν καὶ κατὰ τὸν θύννον τὸν μέγιστον. οὗτός τοι καὶ πιότατός ἐστι τὰς λαπάρας καὶ τὴν γαστέρα, καὶ φαίης ἂν ὑὸς οὔθατα εἶναι θηλαζούσης βρέφη. δορὰν δὲ ἔχει τραχεῖαν, καὶ μέντοι καὶ τὰ δόρατα λεαίνουσι ταύτῃ δορυξόοι. ὑπὸ δὲ τῷ μυελῷ τοῦδε τοῦ ζῴου ἀρξάμενος ἐκ μέσης τῆς κεφαλῆς μέχρι τῆς οὐρᾶς καθήκων ὑμὴν ὑγρὸς καὶ στενὸς ἔρχεται. τοῦτον οὖν πρὸς τὴν εἵλην αὖον ἐργασάμενος ἕξεις εἰ ἐθέλεις μάστιγα ὡς ἐλαύνειν ζεῦγος ἵππων: σκύτους γὰρ τι οὐδὲν διαφέρει. ἐς μέγεθος δὲ ἤδη προήκων, οὐκ ἂν αὐτὸν θεάσαιτό τις ὑπεκδυόμενον τοῦ κρυστάλλου καὶ ἐμπίπτοντα ἐς τὸν βόθρον, ἀλλ᾽ πέτραν ὑπελθὼν πολυσκεπῆ ἐν ἄμμῳ βαθείᾳ ἑαυτὸν ἐγκρύψας εἶτα ὑποθάλπει καὶ μάλα ἀγαπητῶς. δεῖται δὲ οὔτε πόας τηνικάδε οὔτε ἰχθύος ἐς βορὰν ἑτέρου, κρυμοῦ δὲ ὄντος ἀργὸς εἶναι ἐθέλει, καὶ τέρπεται τῇ σχολῇ, καὶ τὴν ἑαυτοῦ πιμελὴν ἐσθίει, καὶ ὥσπερ οὖν οἱ πολύποδες ἐν ἀθηρίᾳ τῶν πλεκτανῶν τῶν ἰδίων παρατραγόντες ἑαυτοὺς καὶ ἐκεῖνοι βόσκουσι. χειμῶνος δὲ λήγοντος καὶ ὑπαρχομένου ἦρος καὶ ἐλευθέρου τοῦ Ἴστρου ῥέοντος μισεῖ τὴν ἀργίαν καὶ ἀναπλεύσας ἐμφορεῖται τοῦ κατὰ τὸ ὕδωρ ἀφροῦ: πολὺς δὲ οὗτός ἐστι μορμύροντος τοῦ ῥεύματος καὶ ὠθουμένου σφοδρότατα. ἐνταῦθά τοι [p. 361] καὶ ἁλίσκεται ῥᾳδίως, ἐλλοχώντων αὐτὸν τῶν ἁλιέων καὶ τὸ ἄγκιστρον ἐς τὸν ἀφρὸν καθιέντων σὺν τῇ ὁρμιᾷ. καὶ τὸ μὲν κρύπτεται ὑπὸ τῇ λευκότητι, καὶ αἴγλη τοῦ χαλκοῦ εὐσύνοπτός οἱ οὐκ ἔστι, καὶ διὰ ταῦτά τοι περιχανὼν καὶ λάβρως σπῶν τοῦ προειρημένου σιτίου καταπίνει τὸν δόλον, καὶ ἀπόλωλεν ἐντεῦθεν ὅθεν τὰ πρῶτα ἐτρέφετο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: