This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[123]
τίνος οὖν
ἕνεκα ἐπεμνήσθην; οὐ μὰ τὸν Δία λοιδορῆσαι βουλόμενος τοὺς
Ἀθηναίους: τοὐναντίον γὰρ πᾶσιν ἐλεεῖν αὐτοὺς ἐπέρχεται τοῖς
μετρίοις: ἀλλ᾽ ὅπως εἰδῆθ᾽ ὅτι λοιπὸν ὑμῖν οὐ πρὸς ἐκείνους ἐστὶν
ὁ λόγος, ἀλλὰ πρὸς ὑμᾶς αὐτοὺς καὶ τῶν ἄλλων εἴ τις σωφρονεῖ.
καίτοι πάντα ὅσα ἂν εἴποι τις κατὰ Ἀθηναίων ἢ κατὰ
Λακεδαιμονίων ἢ καθ᾽ ὧν δήποτε, παρ᾽ οἷς ἄλλα τινὰ φαύλως
ἔχει καὶ σφόδρα ὀλιγώρως, ἐμοὶ συναγωνιεῖται: τὸ γὰρ τῶν εἰκόνων
οὐκ ἔστι παρ᾽ αὐτοῖς ἰδεῖν οὕτω γιγνόμενον: ὥσθ᾽ ὅ γε μηδὲ
παρ᾽ ἐκείνοις ἁμαρτάνεται τοῖς ἐσχάτως ἀπολωλόσι τῶς οὐκ ἂν
ὑπερβολήν τινα ἔχοι τῆς ἀτοπίας;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.